Ποίημα του Σεβασμιωτάτου Μητροπολίτου Εδέσσης Ιωήλ
†Εορτάζεται στις 11 Ιουνίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ ἐξῇς τοῦ Ἁγίου.
Ἦχος δ΄. Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Ὡς Ἱεράρχης τοῦ Χριστοῦ αἰγληφόρος, καὶ ἰατρὸς τῶν ἀσθενούντων μερόπων, καὶ πρεσβευτὴς Λουκᾶ πρὸς τὸν Φιλάνθρωπον, τοὺς ἐπιζητοῦντας σου, τὴν θεόσδοτον χάριν, μὴ ἐλλείπῃς ἅγιε, ἀπὸ πάσης ἀνάγκης, καὶ χαλεπῶν τοῦ βίου ἀναγκῶν, διαφυλάττων, ταῖς θείαις πρεσβείαις σου.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ κανὼν οὐ ἡ ἀκροστιχίς·
Λουκᾶ ἰατρὲ τοὺς νοσοῦντας ἴασαι. Ιωήλ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Λουκᾶ Αρχιθύτα τὸν Ἰησοῦν, πάντοτε δυσώπει, ὑπὲρ πάντων ἤμων λιταῖς, νόσων λυτρωθῆναι δυσιάτων, καὶ δυσπραγίας τοῦ βίου πανόλβιε.
Ὁρμὰς τὰς ἀτάκτους τῶν ἡδονῶν, Λουκᾶ καὶ ἐννοίας, ψυχοφθόρους τῶν γεηρῶν, τῇ σὴ προστασία Ἱεράρχα, ἐκ τῆς ψυχῆς μου ἀνάσπασον πρόρριζον.
Ὑφέρπων δολίως ὁ πονηρὸς, προσβάλλει με ὄντως, ἀρρωστήμασι τοῖς δεινοῖς, ἀλλ’ ὡς θεοκίνητος ἀκέστωρ, τὴν ἰατρείαν Λουκᾶ δὸς μοι τάχιστα.
Θεοτοκίον.
Καμάτου τοῦ σώματος καὶ ψυχῆς, τοὺς δούλους σου Μῆτερ, ἐλευθέρωσον σαῖς λιταῖς, καὶ χάρισαι πᾶσι τὴν Ἐλπίδα, τοῦ πλατυσμοῦ καὶ ἀνέσεως Δέσποινα.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀπορρήτως τὴν χάριν, τὰ σὰ ὀστᾶ δίδωσι, τοῖς προσερχομένοις ἐν πίστει, ταύτᾳ ἀσπάσασθαι, ἐν Σαγματᾶ τῇ Μονὴ, καὶ ἐν τῇ χώρα Ῥωσίας, ὡς πηγὴ ἀείροος, Λουκᾶ ἀοίδιμε.
Ἰαθῆναι λιταῖς σου, παρακαλῶ Ἅγιε, ἐκ τῆς ταραχῆς τοῦ νόος μου, καὶ τῆς δειλίας μου, σὺ γὰρ ὡς εὔτολμος, ἐν τοῖς καιροῖς τοῖς ἐσχάτοις, Χριστοῦ τὴν ἀλήθειαν, Λουκᾶ ἐκήρυξας.
Ἀρχιθύτης ὑπάρχων, ἐν οὐρανῶ ἔπαρον, τὰς σεπτὰς σου χεῖρας θεόφρον, πρὸς τὸν Φιλάνθρωπον, ἀπαλλαγῆναι με, ἀμπλακημάτων παντοίων, ὡς ἂν τὴν σωτήριον, τρίβον πορεύσωμαι .
Θεοτοκίον.
Τὰς συμβάσεις τοῦ βίου, καὶ δυσμενῆ σκάνδαλα, τὰς ἐπιφορᾶς τοῦ βελίαρ, καὶ μηχανήματα, γηίνων θέλγητρα, καὶ τῶν ματαίων ὀρέξεις, ἀφ’ ἡμῶν ἀπόστησον, Παντοβασίλισσα.
Διάσωσον, ὦ Ἱεράρχα Λουκᾶ τοὺς σε ἀνυμνοῦντας, ἐκ κινδύνων καὶ πονηρῶν καταστάσεων, καὶ ἐκ τῶν νόσων κατ’ ἄμφω, σημειοφόρε.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος .
Αἴτησις καὶ τὸ Κάθισμα.
Πρεσβείᾳ θερμή.
Ἐν χρόνοις τοῖς νῦν, Λουκᾶ Ἀρχιεπίσκοπε, ἐφάνης πιστοῖς, παραμυθία ἄφατος, διὸ μὴ παύσῃ ἅγιε, συντηρῶν προμηθεία τῇ κρείττονι, ὡς παῤῥησίαν σχὼν ἐν οὐρανῶ, τοὺς πόθῳ φωνοῦντας τὸ σὸν ὄνομα .
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ῥίζαν ἔκκοψον Ἅγιε, τῆς δαιμονικῆς σαφῶς ἀθεότητος, καὶ Λουκᾶ πρὸς ἀγαθότητα, ἴθυνας ψυχὰς τῶν ἀνυμνούντων σε.
Ἐπὶ σοι τὰς ἐλπίδας μου, ἔχων Ἱεράρχα σεβασμιώτατε, νυσταγμὸν τῆς ῥαθυμίας μου, στήσαι ὁ φιλόυλος ἐφίεμαι.
Τῷ φλογμῶ παραβάσεων, καὶ ἀσεβημάτων Λουκᾶ Ἐπίσκοπε, ἐκτακεῖσαν τὴν καρδίαν μου, δρόσισον ῥανίσι τοῦ ἐλέους σου.
Θεοτοκίον.
Ὁ ὑπάρχων ἀχώρητος, καὶ πληρῶν τὰ πάντα Θεὸς ἐχώρησεν, ἐν τῇ μήτρα σου Πανάμωμε, ὂν ὑπὲρ ἡμῶν ἀεὶ ἱκέτευε.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ὕψωσον Λουκᾶ, πρὸς τὴν ἄνωθεν λαμπρότητα, τὰ νοήματα ἡμῶν τῶν ἐμπαθῶν, διαλύων ἁμαρτίας τὰ φαντάσματα.
Στόνον τῶν ψυχῶν, καὶ σωμάτων τὰ ἀλγήματα, Ἱεράρχα ζωηφόροις σου λιταῖς, μὴ ἐλλιπὴς ιατρεύσαι τῶν τιμώντων σε.
Νῦν ἐν Σαγματᾶ, τὰς μερίδας τῶν λειψάνων σου, οἱ μονάζοντες κατέχοντες Λουκᾶ, ταῖς εὐχαῖς σου ἐκζητοῦσι τὴν εἰρήνευσιν.
Θεοτοκίον.
Ὂν ὑπερφυῶς, Θεοτόκε ἀπεκύησας, δυσωποῦσα μὴ ἐλλείπῃς ἐσαεὶ, ἐκλυτρώσασθαι ἡμᾶς ἐξ ἀπογνώσεως.
ᾨδὴ στ΄. Τὴν δέησιν ἐκχεῶ.
Συστήματα πονηρῶν ἐκύκλωσαν, τὰς ψυχὰς ἡμῶν Λουκᾶ Ἱεράρχα, καὶ σαρκικῶν τὰ ἀμέτρητα πάθη, πρὸς ἀκρασίας τὸν λάκκον καθέλκουσιν, ἡμᾶς τοὺς κράζοντας πρὸς σὲ ἐκ φθορὰς τοὺς ἱκέτας σου λύτρωσον.
Ὁδήγησον πρὸς λιμένα εὔδιον, Ἱεράρχα τοῦ Χριστοῦ τοὺς πεσόντας, ἐν κλυδωνίῳ τῆς ζάλης τοῦ βίου, καὶ ἐν ἀβύσσῳ παγίδων τοῦ ὄφεως, ὡς κεκτημένος πρὸς Θεὸν, τὴν καλὴν παῤῥησίαν πανεύφημε.
Ὑπαρχῶν, τῶν λογισμῶν ἀνάπλεως, Ἱεράρχα πολυφρόντιδος βιοῦ, καὶ μεριμνῶν καθ’ ἑκάστην ὁ τάλας, ἐν ἡδοναῖς ψυχοφθόροις τοῦ σώματος, ἐκ βάθους αἴρω τὴν φωνὴν πρὸς τὸ θεῖον με φῶς καθοδήγησον.
Θεοτοκίον.
Νῦν βαρεῖ, τῶν ἐμπαθῶν πταισμάτων μου, καλυφθεῖσα ἡ καρδία μου σθένει, καὶ μὴ τολμῶν ἀτενίσαι πρὸς ὕψος, τοῦ οὐρανοῦ Θεοτόκε ὁ ἄσωτος, αἰτοῦμαι ἄφεσιν κακῶν, πάνσεμνη σου πρεσβεία Θεόνυμφε.
Διάσωσον, ὦ Ἱεράρχα Λουκᾶ τοὺς σε ἀνυμνοῦντας, ἐκ κινδύνων καὶ πονηρῶν καταστάσεων, καὶ ἐκ τῶν νόσων κατ’ ἄμφω, σημαιοφόρε.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὡς Ἱεράρχης Λουκᾶ ἀξιάγαστε, Συμφερουπόλεως πάσης ὁ πρόεδρος, τοῖς προσιοῦσιν ἐν πίστει τῇ λάρνακα τῶν σῶν λειψάνων ἁγίασον χάριτι παρέχων κατ’ ἄμφω τὴν ἴασιν.
Καὶ εὐθὺς τὸ Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἐν τῷ Οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κέφ. στ΄. 17-19 , θ΄1-2 , ι΄16-21)
Τῷ καιρῶ ἐκείνῳ ἦλθε πρὸς τὸν Ἰησοῦν ὄχλος μαθητῶν αὑτοῦ, καὶ πλῆθος πολὺ λαοῦ, ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἱερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος, οἱ ήλθαν ἀκούσαι αὑτοῦ, καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὑτῶν, καὶ οἱ ὀχλούμενοι ὑπὸ πνευμάτων ἀκαθάρτων καὶ ἐθεραπεύοντο. Καὶ πᾶς ὁ ὄχλος ἐζήτει ἅπτεσθαι αὑτοῦ∙ ὅτι δύναμις παρ’ αὑτοῦ ἐξήρχετο, καὶ ἰᾶτο πάντας. Συγκαλεσάμενος δε τοὺς δώδεκα Μαθητὰς αὑτοῦ ἔδωκεν αὑτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια, καὶ νόσους θεραπεύειν. Καὶ ἀπέστειλεν αὑτοὺς κηρύσειν τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας. Καὶ ἔλεγεν αὑτοῖς. Ὁ ἀκοῦν ὑμῶν , ἐμοῦ ἀκούει∙ καὶ ὁ ἀθετῶν ὑμᾶς, ἐμὲ ἀθετεῖ∙ ὁ δε ἐμὲ ἀθετῶν , ἀθετεῖ τὸν ἀποστείλαντα με. Ὑπέστρεψαν δε οἱ ἑβδομήκοντα μετὰ χαρὰς , λέγοντες. Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματι σου. Εἶπε δε αὑτοῖς. Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίνων , καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ , καὶ ὑμᾶς οὐ μὴ ἀδικήσῃ. Πλὴν ἐν τούτῳ μὴ χαίρετε, ὅτι τὰ πεύματα ὑμῖν ὑποτάσσεται∙ χαίρετε δε μᾶλλον , ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὑτῇ τῇ ὤρα ηγαλιάσατο τῷ Πνεύματι ὁ Ἰησοῦς , καὶ εἶπεν∙ Ἐξομολογοῦμαι σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταύτᾳ ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ απεκάλλυψας αὑτὰ νηπίοις∙ ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθεν σου.
Δόξα…
Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν…
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Ἅγιε Ἀνάργυρε Ῥωσίας πάσης τὸ κλέος, τῆς Συμφερουπόλεως, ἔνδοξε διδάσκαλε καὶ Ἐπίσκοπε, τὰς δεινὰς μάστιγας, τῶν ἀρρωστημάτων, πυρετῶν τε καὶ τὰ τραύματα τῶν προσιόντων σοι ἴασαι Λουκᾶ τῷ ἐλέει σου καὶ ταῖς ἱκετηρίαις πρὸς τὸν σὸν Φιλάνθρωπον Κύριον. Πάντιμε ἀκέστορ, ἐλπὶς κεκμηκότων ἀῤῥαγὴς μὴ ἐπιλάθῃ δωρήσασθε πᾶσι τὰ εὐφρόσυνα.
Σῶσον ὁ Θεὸς τὸν λαὸν σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῇ σὴ σκέπη προστρέχω, Ἱεράρχα αἰτούμενος τὴν καρδιᾶν μου, τὴν γεμοῦσαν ἀκάνθας, τῆς ὑπερηφανίας, καὶ δαιμόνων θρασύτητος, ἀποκαθάραι ταῖς σαῖς, ἐντεύξεσι Λουκᾶ μου.
Ἁγιώτατε Πάτερ, νοητῶν Αἰθιόπων καὶ κακοτρόπων βροτῶν, συμβάσεως ἀλόγου, καὶ τῆς κακοπραγίας, ἀνωτέρους συντήρησον, τοὺς ἐξαιτοῦντας Λουκᾶ, τὴν σὴν ἐπικουρίαν.
Στηριγμὸν ἐν τῇ θλίψει, ἐν πελάγει τοῦ βίου, τοῦ Σαγματᾶ ἡ μονή, τὰ λείψανα σου πάτερ, κατέχουσα τὸ θάρσος, καθ’ ἑκάστην ἀρύεται, ἶνα πρὸς πλάτος χαρὰς, τῆς ὄντως καταντήσῃ.
Θεοτοκίον.
Ἰησοῦ τὰς ἀγκάλας, τῆς θερμῆς σου ἀγάπης, καὶ θυμηδίας ὁμοῦ, ὑπάνοιξον μοι Σῶτερ, λιταῖς τῆς σὴς τεκούσης, ἶνα ψάλλω γηθόμενος, ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἀτρέμας Πάτερ, πρὸ τῶν βημάτων ἀθέων, ὡμολόγησας Χριστὸν Ἐσταυρωμένον, ὂν μὴ διαλίπῃς, ὑπὲρ ἡμῶν λιτανῶν.
Σοφίας μάκαρ, τῆς θεικῆς ὢν δοχεῖον, τὸν θυμὸν καὶ ταραχώδεις ἐννοήσεις, θραῦσον τῆς ψυχῆς μου, Λουκᾶ σημειοφόρε.
Ἅγιε λῦσον, τῆς ταλαιπώρου ψυχῆς μου, καὶ τοῦ σώματος τοὺς πόνους καὶ ὀδύνας, σὺ γάρ, Ἀρχιθύτης, τυγχάνεις καὶ ἀκέστωρ.
Θεοτοκίον.
Ἰσχὺς ἡ ὄντως, καὶ ἡ ἐλπὶς καὶ τὸ φάος, ἡ παράκλησης καὶ ἴαμα κατ’ ἄμφω, Δέσποινα ὑπάρχεις, ἡμῶν τῶν ὀρθοδόξων.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ιάτρευσον τὰς νόσους, τῶν ψυχοπασχόντων, καὶ ἀλγουμένων Λουκᾶ ὑπὲρ ἔννοιαν, διευθετῶν τὰς ἐννοίας, αὑτῶν μακάριε.
Ὡς μέλισσα ετρύγεις, τὴν σοφίαν πᾶσαν, ἐπὶ τῆς γῆς Ἱεράρχα ἀοίδιμε, διὸ νόος μου ἀπέλασον, τὴν σκοτόμαιναν.
Ἡδέως οἱ Πατέρες, μάνδρας Σαγματίου, τὰ σὰ ὀστᾶ ὡς μαργάρους κατέχοντες, ἐπιζητοῦσιν θεόφρον, τὴν σὴν ἀντίληψιν.
Θεοτοκίον.
Λαὸν τῶν ὀρθοδόξων, φύλαττε ἐκ λύκων, αἱρετικῶν Παναγία Πανύμνητε, ἀποκαλύπτουσα πᾶσαν, αὑτῶν κακότητα.
Ἂξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις ἐπισκόπων ὁ κοινωνὸς, τῆς Ῥωσίας πάσης, ὁ θεόσοφος ἱατρός, χαίροις τῆς Κριμαίας, ὁ θεῖος ποιμενάρχης, Λουκᾶ τῶν Ὀρθοδόξων ὁ νέος Ἅγιος.
Ἔχων τὴν σοφίαν παρὰ Θεοῦ, τῶν νενοσηκότων, ἐθεράπευες τὰ δεινὰ καὶ τοὺς πεπτοκότας ἐν λάκκῳ τῶν ἀθέων, τῇ σὴ δυνάμει Πάτερ, Λουκᾶ ἐξήρπασας.
Πάντα τὰ ὀνείδη διὰ Χριστόν, φύλακας διώξεις, καὶ αἰκίας σωματικὰς, σκύβαλα ἡγήσω καὶ ἔφερες γενναίως, Λουκᾶ σημειοφόρε καὶ ἀκατάβλητε.
Θαύματα τεράστια τῷ λαῷ, ἡ σεπτὴ σορός σου, ἐν Ῥωσία ἐπιτελεῖ, καὶ ἐν Σαγματίῳ, ἐκ ταύτης αἱ μερίδες, ἐκβλύζουσιν ἰάσεις Λουκᾶ τοῖς πάσχουσι.
Ηὔγασας ὡς ἥλιος παμφαὴς, ἐν Συμφερουπόλει τὰς χορείας τῶν εὐσεβῶν, καὶ τῆς ἀθεΐας ἐμείωσας τὸ σκότος, ἐν χώρα τῆς Ῥωσίας Λουκᾶ ἀοίδιμε.
Μάνδρα τῶν θρεμμάτων τῶν λογικῶν, ἐν τῷ Σαγματίῳ ταῖς πρεσβείαις σου πρὸς Χριστὸν, φύλαττε θεόφρων ἐκ πάσης κακουργίας, δαιμόνων τῶν ἐχθίστων Λουκά πανάριστε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματος σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομα σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα…
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῇς ἡμῖν σφόδρα, μηδὲ μνησθῇς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαὸς Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομα Σου ἐπικεκλήμεθα.
Καὶ νῦν…
Τῆς εὐσπλαχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων· Σὺ γὰρ ἡ σωτηρίᾳ τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον λόγον.
Ἰατρὸν καὶ ποιμένα, Λουκᾶ τιμήσωμεν, Συμφερουπόλεως ποίμνης, Ἀρχιερέα λαμπρόν, τὸν βαστάσαντα Χριστοῦ τὰ θεία στίγματα, τὰς ἐξορίας, τὰ δεινά, ἐγκλεισμοὺς ἐν φυλακαῖς, τὰς θλίψεις καὶ τὰ ὀνείδη, τὸν ἐπ’ ἐσχάτων φανέντα, ἐν τῇ Ῥωσία νέον Ἅγιον.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἥν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Πάτερ Ἱεράρχα τοῦ Χριστοῦ, ἔνδοξε Λουκᾶ μὴ κατόκνει, ἐπιστασίαις σου, ἐν ποικίλαις θλίψεσι καὶ περιστάσεσι, συντηρῶν τὸν φιλόχριστον λαὸν τοῦ Κυρίου, τὸν ἐπικαλούμενον ἐν εὐλαβείᾳ πολλῇ, ὄνομα τὸ σὸν θεοφόρε, καὶ ὑμνολογοῦντα ἐνθέως, θαύματα καὶ βίον σου τὸν ἅγιον.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σε ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ. φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ἀμήν.