Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζεται στις 23 Ιουλίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἴτα τὰ παρόντα Τροπάρια·
Ἦχος πλ. δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τῶν Ἁγίων ταῖς χορείαις συνοῦσα, ἀεὶ δυσώπει σὺν αὐτῆς Πελαγία, πάσης ἀνάγκης ῥύσεσθαι δεόμεθα, πάντας τοὺς προστρέχοντας, τῇ σεπτῇ σου πρεσβείᾳ, ἐξαιρέτως ταύτην δέ, τὴν Μονήν σου Ὁσία, ἐκ δεινῶν σκανδάλων τοῦ ἐχθροῦ, καὶ ἐν ἀγάπῃ στεῤῥᾷ πολιτεύεσθαι.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Δίδου ἡμῖν σὴν ἀρωγὴν Μῆτερ. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Δυσώπει ἀπαύστως ὑπὲρ ἡμῶν, Μῆτερ Πελαγία, τὸν τῶν ὅλων Δημιουργόν, λυτροῦσθαι ἡμᾶς πάσης ἀνάγκης, καὶ τῶν ποικίλων σκανδάλων τοῦ ὄφεως.
Ἰάσεις ἡ κάρα σου ἡ σεπτή, ψυχῶν καὶ σωμάτων, ἀναβλύζει θείᾳ ῥοπῇ, καὶ νέμει ἑκάστῳ αἰτουμένῳ, ἰσχὺν Ὁσία καὶ ῥῶσιν καὶ ἔλεος.
Δολίως ἐπέρχεται καθ’ ἡμῶν, ὁ δόλιος ὄφις, τοῦ συλῆσαι ἡμᾶς ζητῶν, ἀλλὰ τῇ σῇ χάριτι Ὁσία, τούτου τὸ θράσος εἰς τέλος κατέβαλλε.
Θεοτοκίον.
Ὁλόφωτος ὤφθης Μῆτερ ἁγνή, τῇ σῇ θεραπαίνῃ, Πελαγία τῇ θαυμαστῇ, καὶ ταύτῃ ἀνήγγειλας Παρθένε, τῆς πρὸς ἡμᾶς σου εὐνοίας τὴν ἔκφανσιν.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ὑπ’ αὐτῆς τῆς Παρθένου ὡς ἀρετῶν σκήνωμα, εἰς διακονίαν ἁγίαν, ὡς προεκλέλεξαι, αὐτὴν ἱκέτευε, ὑπὲρ τῆς νήσου ταύτης, Πελαγία πάντιμε, τῆς εὐφημούσης σε.
Ἡ ἁγία σου κάρα ἁγιασμοῦ χάριτας, Πνεύματι Ἁγίῳ πηγάζει, καθαγιάζουσα, Μῆτερ θεόληπτε, μοναζουσῶν τὰς χορείας, προσιούσας πάντοτε, ταύτῃ ἐκ πίστεως.
Μνείαν πάντοτε ποίει πρὸς τὸν Χριστὸν πάνσεμνε, ταύτης τῆς ἁγίας Μονῆς σου, ἐν ᾗ ἠγώνισαι, ἀνεπηρέαστον, ἐπηρειῶν τοῦ Βελίαρ, ταύτην διασώζεσθαι, ὑμνολογοῦσάν σε.
Θεοτοκίον.
Ἱλασμὸν καὶ εἰρήνην καὶ τῶν παθῶν ἴασιν, δίδου ἡμῖν πάντοτε Κόρη, καὶ φῶς οὐράνιον, ἐν τῇ καρδίᾳ ἁγνή, τῆς σῆς σεμνῆς Πελαγίας, ταύτην διασώζεσθαι, ὑμνολογοῦσάν σε.
Διάσωσον, ὦ Πελαγία Ὁσία πάσης ἀνάγκης, τοὺς ἐκ πόθου τῇ σῇ πρεσβείᾳ προστρέχοντας, ὑπὲρ ἡμῶν ἱκετεύουσα τὸν Σωτῆρα.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβεύειν Χριστῷ Ὁσία τῷ Νυμφίῳ σου, μὴ παύσῃ ἀεί, ὑπὲρ ἡμῶν δεόμεθα, ὡς ἃν δεινῶν στενώσεων, καὶ παθῶν καὶ κινδύνων ῥυώμεθα, καὶ χαλεπῶν τοῦ ἐχθροῦ προσβολῶν, καὶ βίον ἡσύχιον διάγωμεν.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νόμῳ θείῳ ἐνίσχυσον, ἡμᾶς ἐν χρηστότητι πολιτεύεσθαι, ταῖς πρὸς Κύριον πρεσβείαις σου, Μῆτερ Πελαγία ἀεισέβαστε.
Σοφιστείας τοῦ ὄφεως, ἃς ἐπινοεῖται καθ’ ἡμῶν πάντοτε, τῇ σῇ χάριτι διάλυσον, καὶ ἐν ὁμονοίᾳ ἡμᾶς φύλαττε.
Ἡ τὴν μόνην πανάχραντον, Μῆτερ κατιδοῦσα μυσταγωγοῦσάν σε, Πελαγία ταύτῃ πρέσβευε, ὑπὲρ τῆς Μονῆς σου καὶ τῆς νήσου σου.
Θεοτοκίον.
Νήσου Τήνου πανύμνητε, ἐξαιρέτῳ τρόπῳ προστάτις πέφηνας· ὅθεν ταύτην ἀεὶ φύλαττε, πίστει προσκυνοῦσαν τὴν Εἰκόνα σου.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἅγιον σεμνή, Πελαγία βίον ἔζησας, διὰ τοῦτο καθαγίασον ἡμῶν, τὰς καρδίας τῇ ἁγίᾳ ἀντιλήψει σου.
Ῥώμην καὶ ἰσχύν, Πελαγία δίδου πάντοτε, μοναζούσαις ταῖς τιμώσαις σε πιστῶς, τοῦ πατεῖν τὰς ἐπινοίας τοῦ ἀλάστορος.
Ὤφθη σοι λαμπρῶς, τῶν Ἀγγέλων ἡ Βασίλισσα, ἣν ἱκέτευε Ὁσία ἐκτενῶς, ὑπὲρ ταύτης τῆς Μονῆς τῆς τιμώσης σε.
Θεοτοκίον.
Γέγονεν ἡμῖν, ἡ ἁγία σου ἐμφάνεια, τῇ Ὁσίᾳ Πελαγίᾳ Μαριάμ, ἀνεξάντλητος πηγὴ τῆς εὐλογίας σου.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἡγιάσεν, ὁ Χριστός σε Ὁσία, προσδεχθείς σου τὴν σεμνὴν πολιτείαν, ὃν ἐκδυσώπει ἀεὶ Πελαγία, ἐξ ἐναγῶν με προλήψεων ῥύεσθαι, καὶ πολιτεύεσθαι πιστῶς, ἐν ἀγάπῃ καὶ πάσῃ σεμνότητι.
Ναμάτων, τῶν μυστικῶν ἐπληρώθης, τῆς τοῦ Πνεύματος σεμνὴ ἐπομβείας, ὡς ἐθεάσω τὴν πάναγνον Κόρην, ἐξ ὧν μετάδος ῥανίδα σωτήριον, τοῖς σὲ τιμῶσιν εὐλαβῶς, Πελαγία Τηνίων ἀγλάϊσμα.
Μονήν σου, τὴν ἱερὰν Πελαγία, ἐν ᾗ ἤνυσας τὸν θεῖον ἀγῶνα, τὴν κεκτημένην ὡς ἔνθεον δῶρον, τὴν πανευώδη σου κάραν θεόληπτε, διάσωζε ἐκ πειρασμῶν, τῇ θερμῇ σου πρεσβείᾳ πρὸς Κύριον.
Θεοτοκίον.
Ἡνίκα, τῇ Πελαγίᾳ ἐφάνης, Παναγία Θεοτόκε Μαρία, τὴν πρὸς ἡμᾶς μητρικήν σου ἀγάπην, ταύτῃ σαφῶς ἀπεκάλυψας Δέσποινα, ἧς τοὺς πλουσίους οἰκτιρμούς, καθ’ ἑκάστην ἡμέραν καρπούμεθα.
Διάσωσον, ὦ Πελαγία Ὁσία πάσης ἀνάγκης, τοὺς ἐκ πόθου τῇ σῇ πρεσβείᾳ προστρέχοντας, ὑπὲρ ἡμῶν ἱκετεύουσα τὸν Σωτῆρα.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ταῖς πρὸς Χριστὸν Πελαγία πρεσβείαις σου, πάσης ἀνάγκης ἐν βίῳ καὶ θλίψεως, ταύτην τὴν Μάνδραν σου ἄτρωτον φύλαττε, μοναζουσῶν τὰς χορείας ἰθύνουσα, πρὸς κτῆσιν Ὁσία τοῦ κρείττονος.
Προκείμενον
Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχες μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κεφ.24, 42-47).
Εἶπεν ὁ Κύριος· Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ὑμῶν ἔρχεται. Ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασε διορυγῆναι τὴν οἰκίαν αὐτοῦ. διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ὥρᾳ οὐ δοκεῖτε ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται. Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος, ὃν κατέστησεν ὁ κύριος αὐτοῦ ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ διδόναι αὐτοῖς τὴν τροφὴν ἐν καιρῷ; μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ποιοῦντα οὕτως. ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
Δόξα.
Ταῖς τῆς σῆς Ὁσίας πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Βίου καθαρότητι, κεκοσμημένη Ὁσία, ἠξιώθης βλέψασθαι, τὴν μόνην πανάχραντον Θεομήτορα, ἧς τανῦν βλέπουσα, ἐν τῇ ἄνῳ δόξῃ, τὴν ἀνέκφραστον λαμπρότητα, αὐτὴν ἱκέτευε, δίδοσθαι χειρὶ πλουτοδότιδι, αὐτῆς τὸ θεῖον ἔλεος, καὶ τὰς διαδόσεις τῆς χάριτος, ταύτῃ τῇ Μονῇ σου, καὶ Τήνῳ τῇ πατρίδι σου σεμνή, καὶ πᾶσι Μῆτερ τοῖς σπεύδοσι, ταύτης τῇ χρηστότητι.
Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τῆς ἁγνῆς Θεοτόκου ὡς θεράπαιναν θείαν ὑμνολογοῦμέν σε, αὐτῇ γὰρ Πελαγία, καὶ νῦν καθάπερ πάλαι, οἰκεῖοις τοὺς κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἐντολῶν τοῦ Κυρίου τὴν ὁδὸν τὴν εὐθείαν Μῆτερ ἐβάδισας, πρὸς ταύτην οὖν Ὁσία, καλῶς τὰς μοναζούσας, καθοδήγει ἑκάστοτε, τοῦ ἀποκλίνει ἀεί, τὰς ἀτραποὺς τῆς πλάνης.
Ῥῶσιν δίδου Ὁσία, καὶ παθῶν θεραπείαν ἡμῖν δεόμεθα, τοῖς πίστει προσιοῦσι, τῇ κάρᾳ σου τῇ θείᾳ, τῇ πνεούσῃ ἐν Πνεύματι, ὀσμὴν ζωῆς μυστικῆς, καὶ θείαν εὐωδίαν.
Θεοτοκίον.
Γνώμην ἔχουσα θείαν, καὶ λαμπρότητα βίου Παρθένε ἄχραντε, ἡ θεία Πελαγία, τῆς σῆς κατηξιώθη, ἐμφανείας καὶ χάριτος, ἧς ταῖς πρεσβείαις ἁγνή, τὴν σὴν Μονὴν φυλάττεις.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Εὗρες Ὁσία, τὴν ἀληθῆ εὐκληρίαν, τῆς Θεόπαιδος ἀΰλω ἐπισκέψει, ἧς καὶ ἡμᾶς Μῆτερ, ἀνάδειξον μετόχους.
Ῥεόντων Μῆτερ, ὡς ἐκφυγοῦσα τὸν σάλον, πρὸς ἀχείμαστον κυβέρνησον λιμένα, ἄνωθεν Ὁσία, μοναζουσῶν χορείαν.
Ἀκατακρίτως, καὶ ἐν ἀγάπῃ ἀνύειν, καταξίωσον τὸν βίον Πελαγία, τὰς ἐνασκουμένας, ἐν τῇ σεπτῇ Μονῇ σου.
Θεοτοκίον.
Σκέπη Παρθένε, καὶ ἀσφαλὴς προστασία, ἔσο πάντοτε Μονὴ Κεχροβουνίου, καὶ τῇ νήσῳ Τήνῳ, ὑμνούσῃ σου τὴν δόξαν.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰδεῖν ὡς ἠξιώθης, τὴν ἁγνὴν Παρθένον, ταύτης τὴν ἄῤῥητον δόξαν θεάσασθαι, Μῆτερ Ὁσία ἀξίωσον τοὺς τιμῶντάς σε.
Μονὴ Κεχροβουνίου, καὶ ἡ νῆσος Τῆνος, τῇ σῇ καυχῶνται Ὁσία λαμπρότητι, αἷς δίδου πάντοτε Μῆτερ χάριν θεόσδοτον.
Ὀσμὴν ἁγίαν Μῆτερ, πνέει σου ἡ κάρα, καὶ κατευφραίνει ἡμῶν τὴν διάνοιαν, μοναστριῶν τὰς χορείας καθαγιάζουσα.
Θεοτοκίον.
Ὑμνοῦμέν σου τὴν χάριν, κεχαριτωμένη, ὅτι προστάτις καὶ σκέπη καὶ ἔφορος, ἡμῶν ἐδόθης τῶν πίστει μεγαλυνόντων σε.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Τὸν Χριστὸν ποθήσασα ἐκ ψυχῆς, τούτῳ Πελαγία, ἠκολούθησας ἀκλινῶς, ἀρετῶν ὁσίων, τῇ καθαρᾷ ἀσκήσει· διὸ τῆς τῶν Ἁγίων, δόξης ἠξίωσαι.
Τήνου θεῖος βλαστός, καὶ τῆς Θεοτόκου, ἡ θεράπαινα ἡ πιστή, χαίροις Πελαγία, Ὁσία πανολβία, Μονῆς Κεχροβουνίου, θεῖον ἀγλάϊσμα.
Ἀρετῶν ἐκλάμπουσα τῷ φωτί, τὴν ἁγνὴν Παρθένον, κατηξίωσαι κατιδεῖν, καὶ τοῖς ἐν τῇ πόλει, ἐξήγγειλας Ὁσία, αὐτῆς τὴν εὐδοκίαν, τὴν πλουσιόδωρον.
Μύστις ἀνεδείχθης θεοειδής, τῆς ἁγνῆς Παρθένου, καὶ ἐμύησας τοὺς πιστούς, τοὺς ἐν νήσῳ Τήνῳ, αὐτῆς τὴν θείαν χάριν, Ὁσία Πελαγία, Ἁγίων σύμμορφε.
Χάριτος ἐπλήσθησαν ἀληθῶς, κατὰ τοὺς σοὺς λόγους, ὅτε εὗρον ὑπὸ τὴν γῆν, τὴν σεπτὴν Εἰκόνα, τῆς Θεοτόκου Μῆτερ, οἱ εὐσεβεῖς ἐν Τηνῳ, Χριστὸν δοξάζοντες.
Τὴν Κεχροβουνίου Μῆτερ Μονήν, σκέπε Πελαγία, ἀπὸ πάσης ἐπιβουλῆς, πρὸς σὲ γὰρ Ὁσία, μετὰ τὴν Θεοτόκον, προστρέχει καυχωμένη, τῇ θείᾳ κάρᾳ σου.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μῆτερ, Πελαγία θαυμαστή, σκεῦος ἀρετῶν ἰσαγγέλων, θεραπαινὶς ἐκλεκτή, τῆς ἁγνῆς Θεόπαιδος καὶ Θεομήτορος, πρὸς αὐτὴν ἀεὶ πρέσβευε, ὑπὲρ τῆς Μονῆς σου, καὶ τῆς βλαστησάσης σε, νήσου ἑκάστοτε, ἵνα, τῆς αὐτῆς προστασίας, πάντοτε ἡμῖν καὶ ἐν πᾶσι, χορηγῇ τὴν χάριν τὴν σωτήριον.
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.