Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
†Εορτάζεται στις 16 Αυγούστου και στις 20 Οκτωβρίου
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμέ τὸ πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Ὡς τῶν πασχόντων ἀνακούφισις θεία, καὶ δαιμονώντων ἰατὴρ καὶ ἀκέστωρ, Γεράσιμε πατὴρ ἡμῶν, Ὁσίων καλλονή, ῥύου τοὺς τιμῶντάς σε, δυσαλθῶν νοσημάτων, σύντριψον τοῦ δράκοντος, τὰς δεινὰς πανουργίας, ἄς καθ΄ἡμῶν τεκταίνει δολερώς, ἐν ἀσφαλείᾳ τηρῶν τὴν ζωὴν ἡμῶν.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Εἶτα, ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Γερασίμου δέησις τῷ Γερασίμῳ Γένοιτο.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Γαυρούμενον Πάτερ νυχθημερόν, καθ’ ἡμῶν εἰκαῖος, τὸν ἀρχέκακον πτερνιστήν, κατάβαλε ῥάβδῳ τῶν εὐχῶν σου, καὶ τοῖς ποσὶν ἡμῶν τοῦτον ὑπόταξον.
Ἐν θλίψεσιν ἕτοιμον βοηθόν, καὶ ἐν τοῖς κινδύνοις, ἀντιλήπτορα ταχινόν, Γεράσιμε πάντες σε πλουτοῦντες, ἐπερχομένων δεινῶν λυτρωθείημεν.
Ῥιγῶντας τῷ κρύει τῶν συμφορῶν, περίθαλψον Πάτερ, τῇ θερμή σου ἐπισκοπή, τοὺς ὄλῃ ψυχὴ καὶ διανοίᾳ, τῇ ἱερᾷ ἀρωγῇ σου προστρέχοντας.
Θεοτόκιον.
Ἀφθόρως τεκοῦσα μετὰ σαρκός, τὸν τὰς ἀνομίας, ἐξαλείφοντα τῶν βροτῶν, φθαρτῶν νοημάτων Θεοτόκε, καὶ ἁμαρτάδων πολλῶν με ἐκκάθαρον.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Συσχεθέντες τῷ πλήθει, τῶν πειρασμῶν Ὅσιε, καὶ τὸ ζῆν ἐν τούτοις ἔκτοπος, πάρεργον ἔχοντες, θερμῶς βοῷμέν σοι, σπεῦσον ἡμᾶς ἐξελέσθαι, τούτων τῆς κακώσεως, πάτερ Γεράσιμε.
Ἰατρεύων σωμάτων, τὰ δυσαχθῆ τραύματα, καὶ τῆς τῶν ψυχῶν θεραπείας, ἐπιμελήθητι, πάτερ Γεράσιμε, τῶν χαλεπῶν τιτρωμένων, ἰοβόλοις δήγμασι, τοῦ κοσμοκράτορος.
Μοχθηρίας ἀκαίρου, καὶ δολερᾶς σκέψεως, πονηρευομένων δολίως, γνώμη κακόφρονι, ἡμᾶς ἀπάλλαξον, ἐνδυναμῶν δἰ’ ἀγάπης, ἅπαντας ἀμύνασθαι, τοὺς ἡμᾶς βλάπτοντας.
Θεοτοκίον.
Ὁλικῶς ἀνατείνω, πᾶσαν ἁγνὴ ἔφεσιν, πρὸς σὲ τὴν ἐλπίδα Παρθένε, τῆς σωτηρίας μου· μὴ ὑπερίδῃς με, ἀλλ’ εὐσυμπάθητον ὄμμα, στρέψον μοι τῷ τάλανι, ἵνα σωθήσομαι.
Διάσωσον, ἀπὸ κινδύνων Γεράσιμε θεοφόρε, τοὺς αἰτοῦντας τὴν σὴν ὀξεῖαν ἀντίληψιν, καὶ πρεσβευτὴν κεκτημένους σὲ πρὸς τὸν Κτίστην.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Προστάτης ἡμῶν, καὶ φύλαξ καὶ κραταίωμα, καὶ σκέπη στεῤῥᾷ, καὶ ἀσφαλείας ἔπαλξις, Γεράσιμε μακάριε, προμηθείᾳ ὑπάρχων τῇ κρείττονι, μὴ ἐλλίπῃς φρουρῶν καὶ συντηρῶν, τοὺς πόθῳ σοι Πάτερ προσανέχοντας.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ὑφειμένους τοῖς πταίσμασι, καὶ κατεστιγμένους ταῖς παραβάσεσιν, ἡμᾶς ἴασαι Γεράσιμε, μυστικῷ φαρμάκῳ τῆς πρεσβείας σου.
Διακρούσας ἀπότρεψον, ἀφ’ ἡμῶν Γεράσιμε θαυματόβρυτε, τοῦ ἐχθροῦ τὰ μηχανήματα, καὶ τὰς ἐπιθέσεις καὶ τὰ ἔνεδρα.
Εὐμενῆ καὶ εὐίλατον, τὸν ἀγαθοδότην καὶ Πανοικτίρμονα, ἡμῖν ἔργασαι Γεράσιμε, ταῖς σεπταῖς σου Πάτερ παρακλήσεσι.
Θεοτοκίον.
Ἡλιόμορφε Δέσποινα, ταῖς φωτοβολίαις τῆς ἀγλαΐας σου, τῆς ψυχῆς μου τὴν σκοτόμαιναν, λῦσον ἵνα ἴδω φῶς τὸ ἄδυτον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Στόνων χαλεπῶν, ἐπωδύνων περιστάσεων, καὶ σκανδάλων ἀληθῶς ψυχοβλαβῶν, ἐλευθέρωσον Γεράσιμε τοὺς δούλους σου.
Ἴδε συμπαθώς, συμπαθέστατε Γεράσιμε, ἐπὶ τὴν οἰκτρότητα ἡμῶν, καὶ βελτίωσον ἡμᾶς, ὡς οἰδᾷς Ὅσιε.
Σκέπη ἀσφαλής, καὶ ἐλπίδος καταφύγιον, ἡ βεβαία προστασία σου σοφέ, τοῖς τιμῶσί σε γενέσθω, ἡμᾶς σῴζουσα.
Θεοτοκίον.
Τεῖχος ἀῤῥαγές, σὺ ὑπάρχεις Μητροπάρθενε, τοῖς ἀπλέτῳ προσιοῦσί σοι στοργή, ὅθεν φύλαττε και σώζε ἡμᾶς Δέσποινα.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὡς ἄνθρακα, ἀληθῶς πυρίμορφον, ἡ τοῦ πνεύματος σε ἔδειξε χάρις, κατεμπιπρώντα δαιμόνων τὰ στίφη, καὶ πᾶσαν ὕλην παθὼν καταφλέγοντα· ὅθεν ἀνάλωσον κᾀμοῦ, τὸ σαθρὸν καὶ ὑλῶδες Γεράσιμε.
Γαλήνωσον, τὴν ἀγρίαν θάλασσαν, τῶν ἀτάκτων μου παθὼν θεοφόρε, ἐπιτιμῶν τῇ σφοδρὰ ἀντιπνοίᾳ, καὶ τῷ βιαίως συρίζοντι πνεύματι, καὶ πρὸς γαλήνην νοητήν, τῶν Χριστοῦ θελημάτων με ἴθυνον.
Ἐπάκουσον, τῆς ἡμῶν δεήσεως, ᾖς κεκράγομεν ἐκ μέσης καρδίας, καὶ τοὺς μικροὺς σταλαγμούς τῶν δακρύων, ἀποδεξάμενος Πάτερ ἐπίστηθι, καὶ χαρμονῆς τῆς ἀληθοῦς, τὰς ψυχὰς ἡμῶν πλῆσον Γεράσιμε.
Θεοτοκίον.
Ῥυσθῆναί με, συνηθείας χείρονος, καὶ βιαίας κακοτρόπου δουλείας, καὶ πονηρὰς ἕξεως Θεοτόκε, ὡς ἀγαθή μου προστάτις ἱκανῶσον, τὸ ἀσθενές μου καὶ σαθρόν, ἵνα πίστει καὶ πόθῳ δοξάζω σε.
Διάσωσον, ἀπὸ κινδύνων Γεράσιμε θεοφόρε, τοὺς αἰτοῦντας τὴν σὴν ὀξεῖαν ἀντίληψιν, καὶ πρεσβευτὴν κεκτημένους σὲ πρὸς τὸν Κτίστην.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄.Προστασία τῶν Χριστιανῶν.
Προστατεύειν τῶν εἰλικρινῶς ἀφορώντων σοι, καὶ πρεσβεύειν διηνεκῶς πρὸς τὸν Κύριον, μὴ ἐλλίπῃς ὡς συμπαθὴς Γεράσιμε σοφέ, ἵνα ῥυσθῶμεν πάσης ὀργῆς, καὶ ἐπηρείας χαλεπῆς, οἱ θερμῶς ἐκβοῶντές σοι·πρόφθασον θεοφόρε, καὶ σκέπασον τοὺς σοὺς δούλους, ἐκ τῶν βελῶν τοῦ πονηροῦ, ὡς Χριστοῦ θεράπων γνήσιος.
Προκείμενον.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὑτοῦ.
Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον
(Κεφ. ια΄ . 27-30).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱὸν εἰ μὴ ὁ πατήρ, οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Δόξα.
Ταῖς τοῦ σοῦ Ὁσίου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Τάχος ἐπιφάνηθι, ἐλθὲ ἐπίσκεψαι Πάτερ, τοὺς θερμοῖς ἐν δάκρυσιν, ἐπιβοωμένους σε εἰς βοήθειαν, καὶ δεινῶν κόπασον, τὰς ἐπαναστάσεις, καὶ τὸν σάλον καταπράϋνον, ᾖς ἐκπεπτώκαμεν, συνοχῆς γεννώσης ἀπόγνωσιν, Γεράσιμε πανθαύμαστε, μὴ παρίδῃς δέησιν ἔνθερμον, ἀλλ’ ἐπισκοπή σου, διάλυσον τὸ νέφος τῶν παθών, καὶ εὐφροσύνης ἀνάτειλον, φῶς ἡμῖν γλυκύτατον.
Σῶσον ὁ Θεός τὸν λαό σου…
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀνεπίληπτον βίον, καθαρὸν πολιτείαν θεοπρεπῆ ἀγωγήν, σεμνότητα ἐν λόγοις, ἁγνότητα ἐν τρόποις, γεωργεῖν ενδυνάμωσον, τοὺς σε τιμῶντας λαμπρῶς, Γεράσιμε τρισμάκαρ.
Σωφροσύνης τὸ κάλλος, ἐγκρατείας τὸ φέγγος ἐπιεικείας τὸ φῶς, ἠθῶν τὴν εὐκοσμίαν, καὶ πᾶσαν εὐπραγίαν, διὰ βίου πορίζεσθαι, Γεράσιμε ἱερέ, ἀξίωσον σοὺς δούλους.
Ἰατὴρ ἀσθενούντων, ἀκεστὴρ δαιμονόντων καὶ εὐρωστίας δοτήρ, ἀῤῥήτῳ ἐνεργείᾳ, Γεράσιμε ὑπάρχων, φιλευσπλάχνως θεράπευσον, τὰ συμφυέντα μοι νῦν, θανατηφόρα πάθη.
Θεοτοκίον.
Μητροπάρθενε Κόρη, ἡ τεκοῦσα ἀφράστως τὸν Βασιλέα Χριστόν, θανάτωσον εἰς τέλος, εὐχαῖς σου ζωηφόροις, τὴν οἰκτρῶς τυραννοῦσάν με, θανατηφόρον ῥοπήν, ὀλεθροφόνον ἕξιν.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὡς ἀντιλήπτωρ, τῶν εὐσεβῶς σε καλούντων, τῆς ζωῆς ἡμῶν ἀντιλαβοῦ ἐν πᾶσι, νέμων καθ’ ἑκάστην, τὰ αἴσια σοῖς δούλοις.
Γνώμην εὐθεῖαν, καὶ ἐν ἀλλήλοις ἀγάπην, καταξίωσον ἡμᾶς ἀεὶ προσφέρειν, καὶ τὴν τῶν σκανδάλων, ἐκτρέπεσθαι μανίαν.
Ἐπηρειῶν σε, δαιμονικῶν καθαιρέτην, ἐπιστάμενοι Γεράσιμε βοώμεν· ῥύου ἡμᾶς πάντας, τῆς τούτων κακουργίας.
Θεοτοκίον.
Νόμῳ κακίας, δεδουλωμένον οἰκτρῶς με, ἐλευθέρωσον Ὑπερευλογημένη, καὶ πρὸς εὐνομίας με, ἴθυνον τὰς τρίβους.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ὁ βίος μου ὀδύνης, πλήρης καὶ πικρίας, τῇ πρὸς τὰ χείρονα νεύσει γεγένηται, ἀλλὰ σοὶ Πάτερ προστρέχων οὐκ ἀπογνώσομαι.
Ἰδὼν ἐπιδραμόντα, κύκλῳ μου θεόφρον, τὰ τῆς κακίας ἀκάθαρτα πνεύματα, σπεῦσον καὶ σῶσον τῆς τούτων λεηλασίας με.
Τὴν ἄμαχον σου σκέπην, μηδόλως ἀποστήσῃς ἀπὸ τῶν πίστει τιμώντων σὲ Ὅσιε, ἀλλ’ ἐναργῶς καθ’ ἑκάστην βοήθει ἅπασι.
Θεοτοκίον.
Ὁλόφωτε λυχνία, Κεχαριτωμένῃ, τὸν ἐσβεσμένον μου λύχνον, διάναψον, καὶ πρὸς τὸ φῶς τῆς ἀρίστης, ζωῆς με ἴθυνον.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Χαίροις τῶν Ὁσίων ὁ κοινωνός, καὶ Κεφαλληνίας ἀντιλήπτωρ καὶ ἀρωγός, χαίροις ἐκκλησίας ἡ λαμπηδὼν ἡ νέα, Γεράσιμε παμμάκαρ, Ἀγγέλων σύσκηνε.
Γένους περιφάνειαν παριδών, ἐκ παιδὸς προθύμως, ἠκολούθησας τῷ Χριστῷ, καὶ δἰ’ ἰσαγγέλου, ἐκλάμψας πολιτείας, ἡμᾶς καταπυρσεύεις, πάτερ Γεράσιμε.
Χαίροις ἰαμάτων ὁ ποταμός, ὁ χαρίτων ῥείθροις, ἀποπλύνων πάθη δεινά, χαίροις ὁ νοσοῦσι, παρέχων τὴν ὑγιείαν, Γεράσιμε θεόφρον, δυνάμει κρείττονι.
Ὕλης ἀπολέξας ἄχθος βαρύ, τὴν τῆς ἀϋλίας, ἐγεώργησας δωρεάν, ὅθεν ἀφθαρσίας, τὸ σκῆνος σου τὴν χάριν, Γεράσιμε ἐκλάμπει πᾶσι τοῖς πέρασι.
Γέρας Ὀρθοδόξων θεοειδές, καὶ τῶν κακοδόξων, ξίφος δίστομον καὶ τομόν, ὤφθης θεοφόρε, ὑστέροις ἐν τοῖς χρόνοις, ὑψώσας θαυμασίως, πιστῶν τὸ φρόνημα.
Φύλαττε ἀτρώτους καὶ ἀσινεῖς, ἐκ δαιμόνων βλάβης, καὶ παντοίας ἐπιβουλῆς, τοὺς τὴν ἀρωγήν σου, θερμῶς ἐπιζητοῦντας, Γεράσιμε παμμάκαρ, ἡμῶν ὁ ἔφορος.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ Ἀπολυτίκιον. Ἦχος α΄.
Τῶν Ὀρθοδόξων προστάτην, καὶ ἐν σαρκὶ ἄγγελον, καὶ θαυματουργὸν Θεοφόρε νεοφανέντα ἡμῖν, ἐπαινέσωμεν πιστοί, θεῖον Γεράσιμον· ὅτι ἀξίως παρὰ Θεοῦ ἀπείληφεν, ἰαμάτων τὴν ἀένναον χάριν, ῥώννυσι τοὺς νοσοῦντας, δαιμονιῶντας ἰᾶται, διὸ καὶ τοῖς τιμῶσιν αὐτὸν βρύει ἰάματα.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Σκέπη καὶ στεῤῥᾷ καταφυγῇ, καὶ ἀναψυχὴ ἐν ἀνάγκαις, καὶ παραμύθιον, ἐν ποικίλαις θλίψεσι, τοῖς κινδυνεύουσιν, ἀληθῶς ἡ πρεσβεία σου, Γεράσιμε πέλει· ὅθεν εκβοῶμέν σοι, ἱκετηρίαις φωναίς· πάσης δυσμενείας καὶ βλάβης, καὶ ἐπιφορὰς δυσφορήτου, σῷζε τοὺς θερμῶς σοι προσανέχοντας.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Δέχου Γεράσιμε τὴν ἱκετηρίαν.
Ἣν σοι ὁμώνυμος θεοφρόνως πλέκει.
