WHAT ARE YOU LOOKING FOR?

Popular Tags

Χαιρετισμοί εἰς τόν Τίμιον Σταυρόν

Ε ὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νῦν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.

μήν.

Δ όξα σοι ὁ Θεὸς ἡμῶν, δόξα σοι.

Β ασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν ὁ θησαυρός τῶν ἀγαθῶν καὶ ζωῆς χορηγός, ἐλθὲ καὶ σκήνωσον ἐν ἡμῖν καὶ καθάρισον ἡμᾶς καθάρισον ἡμᾶς καθάρισὸ ψυχηλῶν. ᾶς ψυχῶν.

μήν.

γιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (ἐκ τρίτου) .

Δ όξα... Κ αὶ νῦν...

Π αναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κ ύριε ἐλέησον (3)

Δ όξα... Κ αὶ νῦν...

Π άτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσεν, καὶ μὴ εἰσεν. ῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. τι σοῦ ἐστιν ἡ βασιλεία... μήν.

Κ ύριε ἐλέησον ιβ' Δ όξα... Κ αὶ νῦν...

Δ εῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δ εῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν Χριστῷ τῷ βασιλεῖ ἡμῶν Θεῷ. Δ εῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, Χριστῷ τῷ βασιλεῖ καὶ Θεῷ ἡμῶν.

Ψαλμὸς 50

λέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου, καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης μὲ ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαὶ με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουθενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιων, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Ψαλμὸς 69

Θεός, εἰς τὴν βοήθειάν μου πρόσχες, Κύριε, εἰς τὸ βοηθῆσαί μοι σπεῦσον. Αἰσχυνθήτωσαν καὶ ἐντραπήτωσαν οἱ ζητοῦντες τὴν ψυχήν μου. Ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ βουλόμενοί μοι κακά. Ἀποστραφήτωσαν παραυτίκα αἰσχυνόμενοι οἱ λέγοντές μοι· εὖγε, εὖγε. Ἀγαλλιάσθωσαν καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, ὁ Θεός. Καὶ λεγέτωσαν διὰ παντός, μεγαλυνθήτω ὁ Κύριος, οἱ ἀγαπῶντες τὸ σωτήριόν σου. Ἐγὼ δὲ πτωχός εἰμι καὶ πένης, ὁ Θεός, βοήθησόν μοι. Βοηθός μου καὶ ῥύστης μου εἶ σύ, Κύριε, μὴ χρονίσῃς.

Ψαλμὸς 142

Κ ύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σοῦ, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθησέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος καὶ ἠκηδίασεν ἐπ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου Κύριε ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολεθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου ὅτι ἐγὼ δοῦλός σου εἰμι.

Δοξολογία Μικρὰ

Δ όξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι διὰ τὴν μεγάλην σου δόξαν. Κύριε βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ, Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ ἅγιον Πνεῦμα. Κύριε ὁ Θεός, ὁ ἀμνός τοῦ Θεοῦ, ὁ Υἱός τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου. Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρός, καὶ ἐλέησον ἡμᾶς. Ὅτι σὺ εἶ μόνος ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός. Ἀμήν. Καθ' ἑκάστην ἡμέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς, ἐν τῷ φωτί σου ὀψόμεθα φῶς. Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε. Καταξίωσον, Κύριε, ἐν τῇ νυκτὶ ταύτη ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεός τῶν πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τους αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεος σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματα σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοῖς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων. μήν.

Π ιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων. Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστόν, τὸν Υἱόν τοῦ Θεοῦ τὸν Μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς γεννηθέντα πρὸ πάντων τῶν αἰώνων. Φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι' οὗ τὰ πάντα ἐγένετο. Τὸν δι' ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα.Σταυρωθέντα.Σταυρωπθέντα καὶ ἐρὲρὲνὲ τε. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς Οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος. Καὶ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, τὸ Κύριον, τὸ Ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διά τῶν Προφητῶν. Εἰς Μίαν, Ἁγίαν, Καθολικὴν καὶ Ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν Βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωήν τοῦ μέλλοντος αἰῶνος. μήν.

ξιόν ἐστιν ὡς ἀληθῶς μακαρίζειν σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ΧΟΡΟΣ Ἦχος πλ. δ. Τῇ ὑπερμάχῳ.

τρισμακάριστε Σταυρέ καί πανσεβάσμιε, σέ προσκυνοῦμεν οἱ πιστοί καί μεγαλύνομεν, ἀγαλλόμενοι τῇ θείᾳ σου ἀνυψώσει. Ἀλλ ὡς τρόπαιον καί ὅπλον ἀπροσμάχητον, περιφρούρει τε καί σκέπε τῇ σῇ χάριτι, τούς σοί κράζοντας χαῖρε, Ξύλον μακάριον.

ΙΕΡΕΥΣ Α΄ ΣΤΑΣΙΣ

Ἄγγελοι οὐρανόθεν ἀοράτως κυκλοῦσι, Σταυρόν τόν ζωηφόρον ἐν φόβῳ (τρίς) καί φωτοπάροχον χάριν λαμπρῶς παρεχόμενον, νῦν τοῖς πιστοῖς βλέποντες, ἐξίστανται καί ἵστανται βοῶντες πρός αὐτόν.

Χ αῖρε Σταυρέ, οἰκουμένης φύλαξ, χαῖρε, ἡ δόξα τῆς Ἐκκλησίας. Χ αῖρε, ὁ πηγάζων ἀφθόνως ἰάματα, χαῖρε, ὁ φωτίζων τοῦ κόσμου τά πέρατα. 

Χ αῖρε, ξύλον ζωομύριστον, καί θαυμάτων θησαυρέ χαῖρε, συνθετοτρισόλβιε, καί χαρίτων παροχεῦ. Χ αῖρε, ὅτι ὑπάρχεις ὑποπόδιον θεῖον χαῖρε, ὅτι ἐτέθης εἰς προσκύνησιν πάντων.

Χ αῖρε κρατήρ τοῦ νέκταρος ἔμπλεως, χαῖρε, λαμπτήρ τῆς ἄνω λαμπρότητος. Χ αῖρε, δι οὗ εὐλογεῖται ἡ κτίσις. χαῖρε, δι οὗ προσκυνεῖται ὁ Κτίστης.

Χαῖρε, Ξύλον μακάριον.

Β λέπουσα ἡ Ἑλένη ἑαυτήν ἐν ἐφέσει, φησί τῷ Βασιλεῖ θαρσαλέως. Τό παμπόθητόν σου τῆς ψυχῆς εὐχερέστατόν μου τῇ σπουδῇ φαίνεται ζητοῦσα γοῦν τό κράτιστόν σοι τρόπαιον, ὡς λέγεις, κράζω.

Ἀλληλούϊα.

Γ νῶσιν ἄγνωστον πρώην ἡ Βασίλισσα γνοῦσα, ἐβόησε πρός τούς ὑπουργοῦντας. Ἐκ λαγόνων τῆς γῆς εὑρεῖν ἐν τάχει, καί δοῦναι τόν Σταυρόν σπεύσατε, πρός ὅν ἰδοῦσα ἔφησεν ἐν φόβῳ, πλήν κράζουσα οὕτω.  

Χ αῖρε, χαρᾶς τῆς ὄντως σημεῖον, χαῖρε, ἀρᾶς τῆς ἀρχαίας λύτρον. Χ αῖρε, θησαυρός ἐν τῇ γῇ φθόνῳ κρυπτόμενος χαῖρε, ὁ φανείς ἐν τοῖς ἄστροις τυπούμενος.

Χ αῖρε, τετρακτινοπύρσευτε καί πυρίμορφε Σταυρέ χαῖρε, κλῖμαξ ὑψοστήρικτε, προοραθεῖσά ποτε. Χ αῖρε, τό τῶν Ἀγγέλων γαληνόμορφον θαῦμα, χαῖρε, τό τῶν δαιμόνων πολυστένακτον τραῦμα.

Χ αῖρε, τερπνόν τοῦ Λόγου κειμήλιον, χαῖρε, πυρός τῆς πλάνης σβεστήριον. Χ αῖρε, Σταυρέ, ἀπορούντων προστάτα χαῖρε, στερρέ εὐδρομούντων ἀλεῖπτα.

Χαῖρε, Ξύλον μακάριον.

Δ ύναμις ἡ τοῦ Ξύλου, ἐπιδέδεικται τότε, πρός πίστωσιν ἀληθῆ τοῖς πᾶσι καί τήν ἄφωνόν τε καί νεκράν πρός ζωήν ἀνέστησε, φρικτόν θέαμα τοῖς μέλλουσι καρποῦσθαι σωτηρίαν, ἐν τῷ μέλπειν οὕτως.

Ἀλληλούϊα.

χουσα ἡ Ἑλένη, τὸ ἀήττητον ὅπλον, ἀνέδραμε πρός τόν ταύτης γόνον ὁ δέ, μέγα σκιρτήσας εὐθύς, ἐπιγνούς τόν μέγιστον Σταυρόν ἔχαιρε, καί ἅλμασιν ὡς ᾄιασμασιν.

Χ αῖρε Σταυρέ, τοῦ φωτός δοχεῖον χαῖρε, Σταυρέ, τῆς ζωῆς ταμεῖον. Χ αῖρε, ὁ δοτήρ χαρισμάτων τοῦ Πνεύματος χαῖρε, ὁ λιμήν ποντοπόρων ἀχείμαστος.

Χ αῖρε, τράπεζα, βαστάζουσα ὥσπερ θῦμα τόν Χριστόν χαῖρε, κλῆμα, βότρυν πέπειρον φέρον οἶνον μυστικόν. Χ αῖρε, ὅτι τά σκῆπτρα τῶν ἀνάκτων φυλάττεις χαῖρε, ὅτι τάς κάρας τῶν δρακόντων συνθλάττεις.

Χ αῖρε, λαμπρόν τῆς πίστεως γνώρισμα χαῖρε, παντός τοῦ κόσμου διάσωσμα. Χ αῖρε, Θεοῦ πρός θνητούς εὐλογία χαῖρε, θνητῶν πρός Θεόν μεσιτεία.

Χαῖρε, Ξύλον μακάριον.

Ζ ῆλον ἔνδοθεν θεῖον, ἡ Ἑλένη λαβοῦσα, ἐζήτησε καί εὗρε σπουδαίως, τόν ἐν γῇ κρυπτόμενον Σταυρόν, καί δεικνύμενον ἐν οὐρανῷ Ἄνακτι ὅν ὕψωσε καί βλέπων τό πολίτευμα.

Ἀλληλούϊα.

ΧΟΡΟΣ Ὠδή α΄. Ἦχος δ΄. Ὁ Εἰρμός.

νοίξω τό στόμα μου, καί πληρωθήσεται πνεύματος, καί λόγον ἐρεύξομαι, τω ζωηφόρῳ Σταυρῷ καί ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καί ᾄσω γηθόμενος, τούτου τά θαύματα.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Χ ριστοῦ σκῆπτρον ἅγιον, ἐμψυχωμένον σε Πνεύματι, Σταυρέ πανσεβάσμιε, Ἑλένη βλέπουσα, προσεφώνει σοι Χαῖρε Χριστοῦ ἡ δόξα, δι οὗ δόξαν ἅπαντες προσενεδύθημεν.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

ήττητος δύναμις, χαῖρε Σταυρέ τρισμακάριστε, πιστῶν δεομένων σου χαῖρε ἡ μάχαιρα, ἡ ἐκκόπτουσα, τά κέρατα δαιμόνων χαῖρε ἀγλαόκαρπον, δένδρον πανάγιον.

Δ όξα.

άβδος ἡ βλαστήσασα, χαῖρε Χριστόν τόν ζωήρρητον, καρπόν ἐξ οὗ τρώγοντες, ζωήν καρπούμεθα χαῖρε ἔνδοξον, σημεῖον τοῦ Δεσπότου, ἀφ οὗ σαλευθήσονται γῆ καί οὐράνια.

Κ αί νῦν.

γγέλων ἀγλάϊσμα, χαῖρε βροτῶν τό διάσωσμα, δαιμόνων πολύστονον, τραῦμα πανύμνητε, ζωοπάροχε, Σταυρέ ἡ σωτηρία, καταπονουμένων τε, καί ἡ ἀντίληψις.

Ὠδή γ΄. Ὁ Εἰρμός.

Τ ούς σούς ὑμνολόγους Ζωοδότα, ἰάσεων ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικόν στερέωσον, καί ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Σ ταυρέ ἡ ἀρχή τῆς σωτηρίας, Σταυρέ τῶν Μαρτύρων ἡ χαρά, κήρυγμα Ἀποστόλων τε, Ἐκκλησιῶν ὁμόνοια, σκέπε, φρούρει καί φύλαττε, τούς καυχωμένους τῷ κράτει σου.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Δ ιώκονται φάλαγγες δαιμόνων, τῇ σῇ σημειώσει δυνατέ ὅθεν βοῶμεν χαῖρέ σοι Χαῖρε δι οὗ ἡνώθησαν, ἡ γῆ καί τά οὐράνια, καί ἐσώθη ὁ ἄνθρωπος.

Δ όξα.

δός πρός μονάς τάς οὐρανίους ἀπάγουσα, χαῖρε τό λαμπρόν, τοῦ Ἰησοῦ μου τρόπαιον χαῖρε ἀνάκτων στέφανος, χαῖρε σωτήρ παγκόσμιος, χαῖρε ἡ ῥάβδος εὐθύτητος.

Κ αί νῦν.

Χ αῖρε, σύ ἡ ῥάβδος βασιλείας, δυνάμεως χαῖρε τοῦ Χριστοῦ, ἡ ῥάβδος ἥν ἀπέστειλεν ἐκ τῆς Σιών ὁ Κύριος χαῖρε φυτόν ἀθάνατον, ὑφ΄ οὗπερ σκέπονται ἅπαντες.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.

τρισμακάριστε Σταυρέ καί πανσεβάσμιε, Σέ προσκυνοῦμεν οἱ πιστοί καί μεγαλύνομεν, Ἀγαλλόμενοι τῇ θείᾳ σου ἀνυψώσει. Ἀλλ ὡς τρόπαιον καί ὅπλον ἀπροσμάχητον, Περιφρούρει τε καί σκέπε τῇ σῇ χάριτι, Τούς σοί κράζοντας Χαῖρε, ξύλον μακάριον.

ΙΕΡΕΥΣ Β΄ ΣΤΑΣΙΣ

λιόμορφος ὤφθη, ὁ Σταυρός ἐν τῷ κόσμῳ, καί πάντες φωτισμοῦ ἐμπλησθέντες, καί δραμόντες ὡς πρός ἀστέρα, θεωροῦσι τοῦτον ὡς καλῶν αἴτιον, ἐν ταῖς χερσί ταῖς ὑπον.

Χ αῖρε, αὐγή νοητοῦ Ἡλίου χαῖρε, πηγή ἀκενώτου μύρου. Χ αῖρε, τοῦ Ἀδάμ καί τῆς Εὔας ἀνάκλησις χαῖρε, τῶν ἀρχόντων τοῦ ᾅδου ἡ νέκρωσις.

Χ αῖρε, ὅτι ἀνυψούμενος, συνανυψοῖς νῦν ἡμᾶς χαῖρε, ὅτι προσκυνούμενος, καθαγιάζεις τάς ψυχάς. Χ αῖρε, τῶν Ἀποστόλων κοσμοκήρυκτον κλέος χαῖρε, τῶν ἀθλοφόρων εὐμενέστατον σθένος.

Χ αῖρε Σταυρέ, Ἑβραίων ὁ ἔλεγχος χαῖρε, πιστῶν ἀνθρώπων ὁ ἔπαινος. Χ αῖρε, δι οὗ κατεβλήθη ὁ ᾅδης χαῖρε, δι οὗ ἀνατέταλκε χάρις.

Χαῖρε, Ξύλον μακάριον.

Θ εοβράβευτον Ξύλον, θεωρήσαντες πάντες, τῇ τούτου νῦν προσέλθωμεν σκέπῃ καί ὡς ὅπλον κρατοῦντες αὐτό, δι αὐτοῦ τροποῦμεν τῶν ἐχθρῶν φάλαγγας, καί ψαύοντες τόν ἄψαυστον, τοῖς χείλεσιν αὐτῃ.

Ἀλληλούϊα.

δε φῶς οὐρανόθεν, Κωνσταντῖνος ὁ Μέγας, δεικνύμενον Σταυροῦ τό σημεῖον, δι ἀστέρων, ἐν ᾧ καί νικᾶν πολεμίων πληθύν, ἔσπευσε τό Ξύλον φανερῶσαι, καί βοῆσαι πρός αὐτό τοιαῦτα.

Χ αῖρε, βουλῆς τῆς ἀρρήτου πέρας χαῖρε, λαοῦ εὐσεβοῦντος κέρας. Χ αῖρε, πολεμίων ὁ τρέπων τάς φάλαγγας χαῖρε, φλόξ καθάπερ φλέγων τούς δαίμονας.

Χ αῖρε, σκῆπτρον ἐπουράνιον τοῦ Βασιλέως τοῦ στρατοῦ χαῖρε, τρόπαιον ἀήττητον τοῦ φιλοχρίστου στρατοῦ. Χ αῖρε, ὁ τῶν βαρβάρων τήν ὀφρύν καταβάλλων χαῖρε, ὁ τῶν ἀνθρώπων τάς ψυχάς περιέπων.

Χ αῖρε, κακῶν πολλῶν ἀμυντήριον χαῖρε, καλῶν πολλῶν βραβευτήριον. Χ αῖρε, δι οὗ Χριστοφόροι σκιρτῶσι χαῖρε, δι οὗ Ἰουδαῖοι θρηνοῦσι.

Χαῖρε, Ξύλον μακάριον.

Κ λῖμαξ οὐρανομήκης, ὁ Σταυρός τοῦ Κυρίου ἐγένετο, τούς πάντας ἀνάγων, ἀπό γῆς πρός ὕψος οὐρανοῦ, τοῦ χοροῖς Ἀγγέλων συνοικεῖν πάντοτε, ἀφέντας τά νῦν ὄντα ὡδς μή ὄόντα μή ὄτα.

Ἀλληλούϊα.

Λ άμψας φῶς ἐπί πᾶσιν, ὁ Σωτήρ τοῖς ἐν ᾅδη, ἐφώτισας τούς κάτω κειμένους πυλωροί δέ ᾅδου τήν αὐγήν μή ἐνέγκαντές σου, ὡς νεκροί πεπτώκασιν οἱ τούτων δέ ρυσθέντες, νοῦ. 

Χ αῖρε, ἀνάστασις τεθνεώτων χαῖρε, παράκλησις τῶν πενθούντων. Χ αῖρε, τῶν ταμείων τοῦ ᾅδου ἡ κένωσις χαῖρε, Παραδείσου τρυφῆς ἡ ἀπόλαυσις. 

Χ αῖρε, ράβδος ἡ ποντίσασα τόν Αἱγύπτιον στρατόν χαῖρε, αὖθις, ἡ ποτίσασα Ἰσραηλίτην λαόν. Χ αῖρε, ἔμψυχον Ξύλον, τοῦ Λῃστοῦ σωτηρία χαῖρε, εὔοσμον ρόδον, εὐσεβῶν εὐωδία. 

Χ αῖρε, τροφή πεινώντων ἐν πνεύματι χαῖρε, σφραγίς, ἥν ἔλαβον ἄνθρωποι. Χ αῖρε Σταυρέ, μυστηρίων ἡ θύρα χαῖρε, ἐξ οὗ ρεῖθρα χέονται θεῖα.

Χαῖρε, Ξύλον μακάριον.

Μ έλλοντος Μωϋσέως, τό πολύμοχθον γένος λυτρώσασθαι ἐκ τοῦ λυμεῶνος, ἐπεδόθης ὡς ράβδος αὐτῷ, ἀλλ ̓ ἐγνώσθης τούτῳ καί Θεοῦ σύμβολον διόπερ κατεπλάγη σου Σταυρέ, τήν δυναστείαν κράζων.

Ἀλληλούϊα .

ΧΟΡΟΣ Ὠδή δ΄. Ὁ Εἰρμός.

καθήμενος ἐν δόξῃ, ἐπί Θρόνου Θεότητος ἐν Σταυροῦ τῷ ξύλῳ ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ, καί διέσωσε, τούς κραυγάζοντας Δόξα σου Χριστῷ.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Ε ὐφημοῦμέν σε προθύμως, ὑποπόδιον λέγοντες, τῶν ποδῶν Κυρίου, ἐν ᾧ προσκυνοῦμεν πανάγιε, χαῖρε Σταυρέ καί ὑψοῦμεν τόν ὑψώσαντα, τήν πεσοῦσαν φύσιν παραβάσει προπάτορος.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

ορδάνης μαρτυρεῖ σου, τήν φρικτήν θείαν δύναμιν, Σταυρέ τοῦ Κυρίου, ἀναχαιτισθείς ὑπέρ λόγον τε, καί τόπον δούς Πατριάρχῃ διαβαίνοντι, καί ἀνάξας τῷ Ἐλισσαιέ τό σιδήριον.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

φεις χαῖρε ὁ κτιννύων, ἐν ἐρήμῳ βλεπόμενος χαῖρε φῶς Κυρίου, τό φωτίζον πάντα τά πέρατα χαῖρε ὁ σκόλοψ βαρβάρων, ἡ κατάλυσις, τῶν ξοάνων τε, καί Ἰουδαίων ἀπώλεια.

Δ όξα.

Ν ῆσοι, ἤπειρος ἡ πᾶσα, σῷ τιμίῳ κλεΐζονται, κλέος οἰκουμένης Σταυρέ ζωηφόρε ὀνόματι ὕψωσον κέρας ἁπάντων, χριστωνύμων τε, καί κατάβαλε τῶν ἐναντίων τό φρύαγμα.

Κ αί νῦν.

Σ οί βοῶμεν ὡς ἐμψύχῳ Χαῖρε Ξύλον τρισόλβιον χαῖρε ζωῆς Ξύλον χαῖρε προσκυνούμενον πάντοτε, ὑπό Ἀγγέλων, ἀνθρώπων χαῖρε καύχημα, οὐρανοῦ καί γῆς, σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Ὠδή ε΄. Ὁ Εἰρμός.

ξέστη τά σύμπαντα, ἐπί τῇ θείᾳ δόξῃ σου˙ σύ γάρ τρισμακάριστον ὦ ξύλον, ἔσχες εἰς ὕψος τόν ἐπί πάντων Θεόν, καί ἔδειξας ἄχρονον ἡμῖν, πᾶσι δωρούμενο,

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

πλον θεοχάλκευτον, ὁ θυρεός τῆς πίστεως, κράτος τό ἀκράδαντον ἐν μάχαις, Σταυρέ Κυρίου, χαῖρε ἡ δίστομος σπάθη τῶν πιστῶν. Χαῖρε δι ἧς, Ἄγαρ κατασφάττεται, καί ἐγείρονται τρόπαια.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

σχύς καί ὀχύρωμα, ἀνθρώπων Σταυρέ τίμιε, κλῖμαξ τόν Θεόν ἐστηριγμένον, ἐπί σέ ἔχουσα, χαῖρε τό κήρυγμα, πάντων Προφητῶν χαῖρε δι οὗ, ὁ κόσμος ἡγίασται, καί Σατάν καταβέβληται.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Π άθος τό κεφάλαιον, παθῶν Κυρίου ἔνδοξε, χαῖρε τοῦ παθόντος ἑκουσίως, ἐξ οὗ τό θεῖον πόμα ἀνέβλυσε, πᾶσι τό πανάχραντον αὐτοῦ Αἷμα, καί ἐπίομεν, ἐκτακέντες οἱ ἄνθρωποι.

Δ όξα.

είθροις θείου Αἵματος, ἐπαρδευθείς πανάγιε Σταυρέ, θεοτίμητε τούς πίστει, σῶζε κινδύνων, καί τοῦ λοιμοῦ καί λιμοῦ, βοῶντάς σοι χαῖρε ἡ πηγή, ἄρδουσα τά σύμπαντα, τά σωτήρια νάματα.

Κ αί νῦν.

Ε ὐλόγησον Κύριε, τοῦ σοῦ Σταυροῦ τῇ χάριτι, τόν ἐνιαυτόν χρηστότητός σου, τούς ἱερέας, τούς βασιλεῖς, τόν στρατόν, πάντα περιούσιον λαόν, πιστῶς προσκυνοῦντάς σου, τόν Σταυρόν τόν φωτόμορφον.

Ὠδή στ΄. Ὁ εἱρμός.

Τ ήν θείαν ταύτην καί πάντιμον, τελοῦντες Ἑορτήν οἱ θεόφρονες τοῦ θεοδέγμονος, Σταυροῦ τάς χεῖρας κροτήσωμεν, τόν ἐπ αὐτῷ τεθέντα Θεόν δοξάζοντες.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Π ᾶσα ἡ γῆ προσκυνοῦμέν σε, καί ψάλλομεν τῷ θείῳ ὀνόματι, σοῦ Σταυρέ ὕψιστε, σεπτῷ Ἀγγέλοις ὑπάρχοντι, καί φοβερῷ καὐτοῖς τοῖς δαιμόνων ἄρχουσι.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

λένη γῆθεν τό Λάβαρον, ἐκλάμψαν βασιλείας τοὐπίσημον, Χριστιανῶν ἡμῶν, γνοῦσα τό χαῖρέ σοι ἔκραζε, χαῖρε ἡμῶν ἡ δόξα καί τό κραταίωμα.

Δ όξα.

δού καὐτοί σοι κραυγάζομεν χαῖρε Σταυρέ Κυρίου πανένδοξε χαῖρε ἐλπίς ἡμῶν χαῖρε ὑψῶν ἡμᾶς ἅπαντας, τῇ παγκοσμίῳ ἤδη θείᾳ ὑψώσει σου.

Κ αί νῦν.

Χ αρᾶς αἰτίου ὑπάρξαντος, πιστοί νῦν τῇ δυνάμει σου χαίρομεν, καί προσκυνοῦμεν σε χαῖρε λαμπτήρ παμφαέστατε χαῖρε νηπίων φύλαξ καί πολυΰμνητε.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.

τρισμακάριστε Σταυρέ καί πανσεβάσμιε, Σέ προσκυνοῦμεν οἱ πιστοί καί μεγαλύνομεν, Ἀγαλλόμενοι τῇ θείᾳ σου ἀνυψώσει. Ἀλλ ὡς τρόπαιον καί ὅπλον ἀπροσμάχητον, Περιφρούρει τε καί σκέπε τῇ σῇ χάριτι, Τούς σοί κράζοντας Χαῖρε, ξύλον μακάριον.

ΙΕΡΕΥΣ Γ΄ ΣΤΑΣΙΣ

Ν όμον ὁ ἐν Σιναίῳ, τῷ Θεόπτῃ δούς πάλαι, Σταυρῷ ἐθελοντί προσηλοῦται, ὑπέρ ἀνόμων ἀνόμως ἀνδρῶν, καί κατάραν νόμου παλαιάν ἔλυσεν, ἵνα Σταυροῦ τήν δύναμιν ὁρῶντες νῦντες,

Χ αῖρε, ἀνόρθωσις πεπτωκότων χαῖρε, κατάπτωσις κοσμολάτρων. Χ αῖρε, Ἀναστάσεως Χριστοῦ τό ἐγκαίνισμα χαῖρε, μοναζόντων τό θεῖον ἐντρύφημα.

Χ αῖρε, δένδρον εὐσκιόφυλλον, ὑφ οὗ σκέπονται πιστοί χαῖρε, Ξύλον προφητόφθεγκτον, πεφυτευμένον ἐν γῇ. Χ αῖρε, τῆς Βασιλείας κατ' ἐχθρῶν συμμαχία χαῖρε, τῆς πολιτείας κραταιά προστασία.

Χ αῖρε, Κριτοῦ δικαίου φανέρωσις χαῖρε, βροτῶν πταιόντων κατάκρισις. Χ αῖρε Σταυρέ, ὀρφανῶν ἀντιλῆπτορ χαῖρε Σταυρέ, πλουτιστά τῶν πενήτων.

Χαῖρε, Ξύλον μακάριον.

Ξ ένον θαῦμα ἰδόντες, ξένον βίον βιῶμεν, τόν νοῦν εἰς οὐρανόν ἀνυψοῦντες διά τούτο γάρ ἐν τῷ Σταυρῷ ὁ Χριστός ἐπάγη, καί σαρκί πέπονθε, βουλόμενος ἑλκῦσαι πρός τό τῶ, αὐτῷ αὐτῷ.

Ἀλληλούϊα.

λος ἦλθεν ἐξ ὕψους, τήν Θεότητα ἔχων, ὁ μόνος προαιώνιος Λόγος καί τεχθείς ἐκ Παρθένου Μητρός, καί φανείς τῷ κόσμῳ ταπεινός ἄνθρωπος, Σταυρόν καταδεξάμενος, ἐζώωσε τούς αὐτῷ.

Χ αῖρε Σταυρέ, τῆς εἰρήνης ὅπλον χαῖρε, βαλβίς τῶν ὁδοιπορούντων. Χ αῖρε, σωζομένων σοφία καί στήριγμα χαῖρε, ἀπολλυμένων μωρία καί σύντριμμα.

Χ αῖρε, εὔκαρπον, ἀθάνατον καί ζωηφόρον φυτόν χαῖρε ἄνθος, ὅπερ ἤνθησε τήν σωτηρίαν ἡμῶν. Χ αῖρε, ὅτι συνάπτεις τά ἐν γῇ σύν τοῖς ἄνω χαῖρε, ὅτι φωτίζεις τάς καρδίας τῶν κάτω.

Χ αῖρε δι οὗ φθορά ἐξωστράκισται χαῖρε, δι οὗ ἡ λύπη ἠφάνισται. Χ αῖρε, καλῶν μυριάριθμος ὄλβος χαῖρε, πιστῶν μυριώνυμος εὖχος.

Χαῖρε, Ξύλον μακάριον.

Π έπτωκε τῶν δαιμόνων ἡ παμβέβηλος φάλαγξ, καί γένος τῶν Ἑβραίων ᾐσχύνθη, προσκυνούμενον τόν Σταυρόν παρά πάντων, μετά πόθου βλέποντες, ἀεί δέ ἀναβλύζοντα ἰάματα τοῖς ἐκβοῶσιν.

Ἀλληλούϊα.

Ρ ευύματα συνεστάλη, λογισμῶν κακοδόξων παγέντος σου Χριστέ ἐπί ξύλου ἀποροῦσι γάρ ὄντως τό, Πῶς καί Σταυρόν ὑπέστης, καί φθοράν πέφευγας ἡμεῖς δέ τήν Ἀνάστασιν δοξάζοντες ἀναβοῶμεν.

Χ αῖρε, σοφίας Θεοῦ τό ὕψος χαῖρε, προνοίας Αὐτοῦ τό βάθος. Χ αῖρε, μωρολόγων ἀλόγων ἡ ἄγνοια χαῖρε, μαντιπόλων ἀφρόνων ἀπώλεια.

Χ αῖρε, ὅτι τήν Ἀνάστασιν ἐμφανίζεις τοῦ Χριστοῦ χαῖρε, ὅτι τά παθήματα ἀνακαινίζεις Αὐτοῦ. Χ αῖρε, τῶν πρωτοπλάστων τήν παράβασιν λύσας  χαῖρε, τοῦ Παραδείσου τάς εἰσόδους ἀνοίξας.

Χ αῖρε Σταυρέ, τοῖς πᾶσι σεβάσμιε χαῖρε, ἐθνῶν ἀπίστων ἀντίπαλε. Χ αῖρε Σταυρέ, ἰατρέ τῶν νοσούντων χαῖρε, ἀεί βοηθέ τῶν βοώντων.

Χαῖρε, Ξύλον μακάριον.

Σ ῶσαι θέλων τόν κόσμον, ὁ τοῦ κόσμου κοσμήτωρ, κατῆλθε πρός αὐτόν ἀπορρήτως καί Σταυρόν ὑπέστη, Θεός ὤν, δι ἡμᾶς, τά πάντα καθ ̓ ἡμᾶς δέχεται διό καί λυτρωσάμενος ἡμᾶς, ἀκούει παρά πάντων.

Ἀλληλούϊα.

ΧΟΡΟΣ Ὠδή ζ΄. Ὁ Εἱρμός.

Ο ὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρά τόν κτίσαντα ἀλλά πυρός ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος καί Θεός εὐλογητός εἶ.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

ναφέρουσα, ἐκ γῆς πρός τά οὐράνια, χαῖρε ἡ γέφυρα χαῖρε σημεῖον ἐν ᾧ φλογίνη ρομφαία μέν ὑποκεχώρηκε. Λῃστής ἦλθε δέ, χαίρων εἰς τόν Παράδεισον Ἀνυμνῶ τήν δύναμίν σου.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

ερέων ἡ εὐπρέπεια ζωήρρυτε, χαῖρε θεμέλιον τῆς Ἐκκλησίας ἡμῶν, γαλήνη τοῦ σύμπαντος χαῖρε ἀνάκλησις, μετανοίας τε, καί παρθενίας τήρησις χαῖρε ξύλον ἀφθαρσίας.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

όδον εὔοσμον, ἄνθος χαῖρε ἀμάραντον, ῥάβδος βλαστήσασα τήν σωτηρίαν ἡμῶν Ζωῆς χαῖρε τράπεζα, παρατιθέμενον, ἄρτον ἔχουσα χαῖρε τροφή πεινώντων τε καί λιμήν χειμαζομένων.

Δ όξα.

Ε ὐφημεῖ σε, μακαρίζοντα τά πέρατα, καί ἀνακράζει σοι Χαῖρε τό ἅρμα Θεοῦ, ἐν ᾧ περιέδραμεν ἀγαλλιώμενος, ὥσπερ γίγας τις, τόν οὐρανόν, τήν ἄβυσσον, ἕως ἄκρων οὐρανίων.

Κ αί νῦν.

λαστήριον, ἁπάντων χαῖρε τίμιε χαῖρε ἡ σύστασις, παντός τοῦ κόσμου Σταυρέ, δι οὗ ὑψουμένου τε συνανυψούμεθα, καί διάβολος, πίπτει εἰς Ἅδου πέταυρον, τῷ αὐτῷ ἡτοιμασμένον.

Ὠδή η΄. Ὁ Εἱρμος.

Π αῖδας εὐαγεῖς ἐν τῇ ἀβύσσῳ, ὁ τύπος τοῦ θεοδόχου διεσώσατο, τότε μέν τυπούμενος νῦν δέ ἐνεργούμενος, τήν οἰκουμένην ἅπασαν ἀγείρει ψάλλουσαν τόν Κύριον ὑμνεῖτε τά ἔπερυψοῦς καί εἰπερυψοῦτε καί τά ἔπερυψοῦτε.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Ναμάτων πηγῆς ἐκ σωτηρίου, τοῦ θείου Σταυροῦ, πλουσίως ἀρυσώμεθα, θεορρύτων ἅπαντες, τῆς πλευρᾶς τοῦ πλάσαντος, ἡμᾶς προθύμως κράζοντες καί πίστει ψάλλοντες τόν τίμιον ὑμνοῦμεν Κυρίου, καί ὑπερῶς Σταυρῶς τίμιον ὑπερυψοῦμεν.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Μέσον οὐρανοῦ καί γῆς ἱδρύθης, ὡς κλῖμαξ Σταυρέ Κυρίου ὡραιότατε, ἵνα ἀνατρέχωμεν πρός τά ἐπουράνια, διά τῆς σῆς οἱ ἄνθρωποι ἀνόδου, ψάλλοντες Τόν Τίμιον Σταυρόν ἀνυμνοῦμεν καί εἰς πάντα τίμνῶμεν.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Ὁ τόπος Κυρίου, οὗ οἱ πόδες, οἱ ἅγιοι σοί πρός σωτηρίαν ἔστησαν ὅθεν προσκυνοῦμέν σε. Σταυρέ ἡλιόμορφε, τῶν ἀσκητῶν ἐντρύφημα, τοῦ Παντοκράτορος, ἡ ἔκλαμπρος σημαία τῆς νίκης, κατά τοῦ Βελίαρ, ἡ θεοδόχος κλίνη.

Δ όξα.

Ν εκροί διά σοῦ ζωοποιοῦνται θανάτου καί γάρ τόν νεκρωτήν ἐβάστασας τυφλοί ἀναβλέπουσιν, ὦτα διανοίγονται, δαίμονες διώκονται, πάθη ἀφίστανται, μυρίων ἀγαθῶν ταμειοῦχε, Σταυρέ τοῦ Σωτῆρος, ἡ κλείς τοῦ Παραδείσου.

Κ αί νῦν.

φθης Κωνσταντίνῳ τῷ μεγάλῳ τῷ κράτορι εὐσεβείας, ὦ πανσέβαστε, Σταυρέ θεοδώρητε, καί πανυπερθαύμαστε, ἡλιακῶν λαμπρότερος βολίδων ὅθεν σε τόν Κύριον ὑμνοῦμεν τόν Κύριον ὑμνοῦμεν τόν δόντα ὑμνοῦμεν καί ὑπερ δόντα, ὑμνοῦμεν τόν δόντα.

Ὠδή θ΄. Ὁ Εἱρμός.

πας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα τά ἱερά θαυμάσια τῆς Θεομήτορος, καί βοάτω Χαίροις παμμακάριστε, Θεοτόκε ἁνεγνήει.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

θυνον ἡμῶν, Σταυρέ παμμακάριστε τῶν προσκυνούντων σε, πρός τάς ἐντολάς Χριστοῦ, τήν ζωήν, ἵνα σοι Χαῖρε κράζωμεν χαῖρε κατάρας λύτρωσις, ὡς ταννυσθέντος σοι, τοῦ Κυρίου, καί εὐάνισ.λύσαντος, καί εὐάνισ.λύσαντος, καί εὐάνισ.λύναν ἵνα σοι Χαῖρε κράζωμεν.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

ρθη ἐπί γῆς, ἁπάσης ἡ δόξα σου, Σταυρέ καί ἔπλησε, καί τά ἐπουράνια διό σοι, Χαῖρε ἀεί κραυγάζομεν χαῖρε δι οὗ ἐσώθημεν, τά ἔθνη ἅπαντα, προσκυνοῦντες. Τριάδα ἀχώριστον, τόν Πατέρα, Υἱόν σύν τῷ Πνεύματι.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

Σ ύ εἶ ὁ Σταυρός, δι οὗ πάλαι ἔσχισε, Μωσῆς τήν θάλασσαν σύ εἶ ἡ ἐκφυήσασα, Ἀαρωνῖτις ῥάβδος τά κάρυα σύ τό γλυκάναν ξύλον Μερρᾶς τά νάματα σοί βοῶμεντόφρετερα αὐτάστοτε.

Σταυρέ τοῦ Χριστοῦ σῶσον ἡμᾶς τῇ δυνάμει σου.

λης ἐκ ψυχῆς, τό Χαῖρέ σοι κράζομεν, Σταυρέ πανάγιε καί κατασφραγίζομεν αὐτούς, καί πόλεις πλοῖά τε, καί ἱερά, καί ἅπαντα τά ἐγχειρήματα, σοῦ τό θεῖον, ὄνομα χαράττοντες, πεποιθότες ἐν σοί.

Δ όξα.

ψωσον Χριστέ, ἡμῶν λατρευόντων σοι, καί προσκυνούντων σου, τόν ζωοποιόν Σταυρόν, καί τά φρικτά σοι, θεῖα παθήματα, τήν πολιτείαν θραῦσον δέ, τούς ἀντιλέγοντας, ἵνα γνῶσι, πάντες τήν Ἀήττηναυροῦ, τοῦ τίμινίου Σταυροῦ.

Κ αί νῦν.

Σ ῶσόν με Μητρός, τῇ χάριτι δέομαι τῆς παναχράντου σου, καί ζωοποιοῦ Σταυροῦ, θείᾳ δυνάμει, ὅν καί ὑπέμεινας, ὦ Ἰησοῦ μακρόθυμε, καί πολυέλεε, ἵνα σώσῃς, ῥωναῦσαν τό εἴσῃς, ῥοναῦσαν τό εἴσθη, ῥωναῦσαν τό εἴτε.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.

τρισμακάριστε Σταυρέ καί πανσεβάσμιε, Σέ προσκυνοῦμεν οἱ πιστοί καί μεγαλύνομεν, Ἀγαλλόμενοι τῇ θείᾳ σου ἀνυψώσει. Ἀλλ ὡς τρόπαιον καί ὅπλον ἀπροσμάχητον, Περιφρούρει τε καί σκέπε τῇ σῇ χάριτι, Τούς σοί κράζοντας Χαῖρε, ξύλον μακάριον.

ΙΕΡΕΥΣ Δ΄ ΣΤΑΣΙΣ

Τ εῖχος τῆς οἰκουμένης, ὦ Σταυρέ ζωηφόρε, ἀπόρθητον καί θεῖον νοοῦμεν ὁ γάρ τοῦ οὐρανοῦ καί τῆς γῆς, κατασκευάσας σέ Ποιητής τάννυσι τάς χεῖρας, ξένον ἄκουσμα καί ἅπαντας ἐκφωνεῖν διδάσκει.

Χ αῖρε, ἡ βάσις τῆς εὐσεβείας χαῖρε, τό νῖκος τῆς κληρουχίας. Χ αῖρε, Ἀμαλήκ νοητόν ὁ τροπούμενος χαῖρε, Ἰακώβ ταῖς χερσί προτυπούμενος.

Χ αῖρε, σύ γάρ ἀνεμόρφωσας τάς παλαιτάτας σκιάς χαῖρε, σύ γάρ ἀνεπλήρωσας προφητοφθέγκτους φωνάς. Χ αῖρε, ὁ τόν Σωτῆρα τῶν ἀπάντων βαστάσας χαῖρε, ὁ τόν φθορέα τῶν ψυχῶν καταργήσας.

Χ αῖρε, δι οὗ Ἀγγέλοις ἡνώθημεν χαῖρε, δι οὗ φωτί κατηυγάσθημεν. Χ αῖρε, σέ γάρ προσκυνοῦμεν τιμῶντες χαῖρε, σοί γάρ προσφωνοῦμεν, βοῶντες.

Χαῖρε, Ξύλον μακάριον.

μνος ἅπας μειοῦται, συνακολουθεῖν θέλων, τῷ πλήθει τῶν πολλῶν σου θαυμάτων ἐγκωμίων πληθύν καί γάρ ἄν προσάξωμέν σοι, ὦ Σταυρέ τίμιε, οὐδέν τελοῦμεν ἄξιον, ὧν δέδωκας ο.

Ἀλληλούϊα.

Φ ωτοπάροχον αἴγλην, τοῖς ἐν σκότει δωρεῖται, Σταυρός ὁ ζωοδώρητος οὗτος τό γάρ ἄϋλον δέδεικται φῶς, καί πρός γνῶσιν θείαν δᾳδουχεῖ ἅπαντας ὑψοῖ δέ νῦν νῶν ὑ,νοῦν.

Χ αῖρε, φωστήρ, τοῖς ἐν σκότει φαίνων χαῖρε, ἀστήρ, τόν κόσμον αὐγάζων. Χ αῖρε, ἀστραπή, χριστοκτόνους ἀμβλύνουσα χαῖρε, ἡ βροντή τούς ἀπίστους ἐκπλήττουσα.

Χ αῖρε, ὅτι κατελάμπρυνας Ὀρθοδόξων τούς χορούς χαῖρε, ὅτι κατηδάφισας τῶν εἰδώλων τούς βωμούς. Χ αῖρε, οὗπερ ὁ τύπος οὐρανόθεν ἐφάνη χαῖρε, οὗπερ ἡ χάρις πονηρίας ἐλαύνει.

Χ αῖρε, σαρκός σημαίνων τήν νέκρωσιν χαῖρε, παθῶν ὁ κτείνων ἐπέγερσιν. Χ αῖρε, ἐν ᾧ ὁ Χριστός ἐσταυρώθη χαῖρε, δι οὗ πᾶς ὁ κόσμος ἐσώθη.

Χαῖρε, Ξύλον μακάριον.

Χ άριν δοῦναι θελήσας, ὁ Χριστός τοῖς ἀνθρώποις, τάς χεῖρας ἐπί Ξύλου ἐκτείνει, καί τά ἔθνη πάντα συγκαλεῖ, καί βασιλείαν πᾶσιν οὐρανῶν δίδωσι, τοῖς μέλπουσι τόν ὕμνον ἐπαξίως, καίσι πιστῶς.

Ἀλληλούϊα.

Ψαλλοντές σου τόν ὕμνον, εὐφημοῦμεν ἐκ πόθου, ὡς ἔμψυχον Κυρίου σε Ξύλον ἐπί σοί γάρ παγείς ἐν σαρκί, ὁ δεσπόζων τῶν δυνάμεων, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν.

Χ αῖρε Σταυρέ, νοητή ρομφαία χαῖρε, Ἁγίων ἅγιον βλέμμα. Χ αῖρε, Προφητῶν καί Δικαίων προκήρυγμα χαῖρε, τοῦ Χριστοῦ λαμπροφόρον στρατήγημα.

Χ αῖρε, κάλλος καί διάδημα βασιλέων εὐσεβῶν χαῖρε, κράτος καί ὀχύρωμα ἱερέων εὐλαβῶν. Χ αῖρε, τῆς ἀληθείας εὐκλεστάτος κόσμος χαῖρε, τῆς σωτηρίας εὐτυχέστατος ὅρμος.

Χ αῖρε, φαιδρόν ἁπάντων ἀγλάϊσμα χαῖρε, υἱῶν τῆς Ἄγαρ φυγάδευμα. Χ αῖρε, φωτός ἀκηράτου λυχνία χαῖρε, ψυχῆς τῆς ἐμῆς θυμηδία.

Χαῖρε, Ξύλον μακάριον.

πανύμνητον Ξύλον, τό βαστάσαν τόν πάντων ἁγίων, Ἁγιώτατον Λόγον (τρίς) δεδεγμένον ἡμῶν τάς λιτάς, ἀπό πάσης ρῦσαι συμφορᾶς ἅπαντας καί αἰωνίου λύτρωσαι κολάβοσεως.

Ἀλληλούϊα. Καί πάλιν

Ἄγγελοι οὐρανόθεν ἀοράτως κυκλοῦσι, Σταυρόν τόν ζωηφόρον ἐν φόβῳ (τρίς) καί φωτοπάροχον χάριν λαμπρῶς παρεχόμενον, νῦν τοῖς πιστοῖς βλέποντες, ἐξίστανται καί ἵστανται βοῶντες πρός αὐτόν.

Χ αῖρε Σταυρέ, οἰκουμένης φύλαξ χαῖρε, ἡ δόξα τῆς Ἐκκλησίας. Χ αῖρε, ὁ πηγάζων ἀφθόνως ἰάματα χαῖρε, ὁ φωτίζων τοῦ κόσμου τά πέρατα.

Χ αῖρε, ξύλον ζωομύριστον, καί θαυμάτων θησαυρέ χαῖρε, συνθετοτρισόλβιε, καί χαρίτων παροχεῦ. Χ αῖρε, ὅτι ὑπάρχεις ὑποπόδιον θεῖον χαῖρε, ὅτι ἐτέθης εἰς προσκύνησιν πάντων.

Χ αῖρε κρατήρ τοῦ νέκταρος ἔμπλεως χαῖρε, λαμπτήρ τῆς ἄνω λαμπρότητος. Χ αῖρε, δι οὗ εὐλογεῖται ἡ κτίσις χαῖρε, δι οὗ προσκυνεῖται ὁ Κτίστης.

Χαῖρε, Ξύλον μακάριον.

ΧΟΡΟΣ Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.

τρισμακάριστε Σταυρέ καί πανσεβάσμιε, Σέ προσκυνοῦμεν οἱ πιστοί καί μεγαλύνομεν, Ἀγαλλόμενοι τῇ θείᾳ σου ἀνυψώσει. Ἀλλ ὡς τρόπαιον καί ὅπλον ἀπροσμάχητον, Περιφρούρει τε καί σκέπε τῇ σῇ χάριτι, Τούς σοί κράζοντας Χαῖρε, ξύλον μακάριον.

ΑΝΑΓΝΩΣΤΗΣ: Ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος ἐλέησον ἡμᾶς (3) .

Δ όξα... Κ αὶ νῦν...

Π αναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου. Κύριε ἐλέησον (3)

Δ όξα... Κ αὶ νῦν...

Π άτερ ἡμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπί τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσεν, καὶ μὴ εἰσεν. ῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

ΙΕΡΕΥΣ Ὅ τι σοῦ ἐστιν ἡ βασιλεία... ΧΟΡΟΣ : μήν.

Τροπάριον Ἦχος α΄.

Σ ῶσον, Κύριε, τόν λαόν σου, καί εὐλόγησον τήν κληρονομίαν σου, νίκας τοῖς βασιλεῦσι κατά βαρβάρων δωρούμενος, καί τό σόν φυλάττων διά τοῦ Σταυροῦ σου πολίτευμα.

ΑΝΑΓΝΩΣΤΗΣ: Κ ύριε ἐλέησον μ'

ἐν παντὶ καιρῷ καὶ πάσῃ ὥρᾳ ἐν οὐρανῷ καὶ ἐπὶ γῆς προσκυνούμενος καὶ δοξαζόμενος Χριστὸς ὁ Θεός, ὁ μακρόθυμος, ὁ πολυέλεος, ὁ πολυεύσπλαγχνος, ὁ τοὺς δικαίουλε τοὺν ὁ πρῶν καί ὁ μακρόθυμος. ς σωτηρίαν διά τῆς ἐπαγγελίας τῶν μελλόντων ἀγαθῶν, αὐτός Κύριε, πρόσδεξαι καὶ ἡμῶν ἐν τῇ ὥρᾳ ταύτῃ τὰς ἐντεύξεις καὶ ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς τὰς ἐντολάς σου. Τὰς ψυχὰς ἡμῶν ἁγίασον, τὰ σώματα ἅγνισον, τοὺς λογισμοὺς διόρθωσον, τὰς ἐννοίας κάθαρον καὶ ῥῦσαι ἡμᾶς ἀπὸ πάσης θλίψεως, κακῶν καὶ ὀδύνης. Τείχισον ἡμᾶς ἁγίοις σου Ἀγγέλοις, ἵνα τῇ παρεμβολῇ αὐτῶν φρουρούμενοι καὶ ὁδηγούμενοι καταντήσωμεν εἰς τὴν ἑνότητα της πίστεως καὶ εἰς τὴν ἐπίγνωσιν της ἀπροσίτου τῶν εὐῶν εἰς τοὺς αὐτιὸς εἰῶς. μήν. Κ ύριε ἐλέησον γ' Δ όξα... Κ αὶ νῦν...

Τ ὴν Τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

ν ὀνόματι Κυρίου, εὐλόγησον Πατερ.

ΙΕΡΕΥΣ Θεὸς οἰκτειρήσαι ἡμᾶς καὶ εὐλογήσαι ἡμᾶς... 

ΑΝΑΓΝΩΣΤΗΣ: Κ ύριε ἐλέησον (ιβ') καὶ σῶσον ἡμᾶς Παναγία Παρθένε.

σπιλε, ἀμόλυντε, ἄφθορε, ἄχραντε, ἁγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα, ἡ Θεὸν Λόγον τοῖς ἀνθρώποις τῇ παραδόξῳ σου κυήσει ἑνώσασα καὶ τὴν ἀπωσθεῖσαν φύσιν τοῦ Ἐξηλίος. μόνη ἐλπὶς καί τῶν πολεμουμένων βοήθεια, ἡ ἑτοίμη ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων, καὶ πάντων τῶν Χριστιανῶν τὸ καταφύγιον· μὴ βδελύξῃ με τὸν ἁμαρτωλόν, τὸν ἐναγῆ, τὸν αἰσχροῖς λογισμοῖς καὶ λόγοις καὶ πράξεσιν ὅλον ἐμαυτὸν ἀχρειώσαντα, καί τῇῇν τῶν ἁμαρτωλόν. μενον· ἀλλ' ὡς τοῦ φιλανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως σπλαγχνίθητι ἐπ' ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἀσώτῳ, καὶ δέξαι μου τήν ἐκ ῥυπαρῶν χειλέων προσφερομένην σοι δέησιν· καὶ τὸν σὸν Υἱόν, καὶ ἡμῶν Δεσπότῳ, καὶ ἡμῶν Δεσπότην. σον, ἵνα ἀνοίξῃ κἀμοὶ τὰ φιλάνθρωπα σπλάγχνα τῆς αὐτοῦ ἀγαθότητος. καί, παριδὼν μου τὰ ἀναρίθμητα πταίσματα, ἐπιστρέψῃ με πρὸς μετάνοιαν καί τῶν αὐτοῦ ἐντολῶν ἐργάτην δόκιμον ἀναδείξῃ με. Καὶ πάρεσό μοι ἀεὶ ὡς ἐλεήμων καὶ συμπαθὴς καὶ φιλάγαθος, ἐν μὲν τῷ παρόντι βίῳ θερμὴ προστάτις καὶ βοηθός, τάς τῶν ἐναντίων ἐφόδους ἀποτειχίζουσα καὶ πρὸς σωτηρίαν καθοδηγοῦσά μου· και ἐν τῷ μου. τὰς σκοτεινὰς ὄψεις τῶν πονηρῶν δαιμόνων πόρρω αὐτῆς ἀπελαύνουσα· ἐν δὲ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, τῆς αἰωνίου με ῥυομένη κολάσεως, καί τῆς ἀπορρήτου δόξης τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν κληρονόμον με ἀποδεικνύουσα. Ἧς καὶ τύχοιμι, Δέσποινα μου, ὑπεραγία Θεοτόκε, διά τῆς σῆς μεσιτείας καὶ ἀντιλήψεως, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς Σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. ᾯ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας τῶν αἰώνων. μήν.

Κ αὶ δὸς ἡμῖν, Δέσποτα, πρὸς ὕπνον ἀπιοῦσιν, ἀνάπαυσιν σώματος καὶ ψυχῆς, καὶ διαφύλαξον ἡμᾶς ἀπό τοῦ ζοφεροῦ ὕπνου τῆς ἁμαρτίας καὶ ἀπὸ πάσης σκοτεινῆς καὶ νυκτερινῆς ἡμᾶς . Παῦσον τὰς ὁρμὰς τῶν παθῶν, σβέσον τὰ πεπυρωμένα βέλη τοῦ πονηροῦ τὰ καθ' ἡμῶν δολίως κινούμενα. Τάς τῆς σαρκὸς ἡμῶν ἐπαναστάσεις κατάστειλον καὶ πᾶν γεῶδες καὶ ὑλικὸν ἡμῶν φρόνημα κοίμισον. Καὶ δώρησαι ἡμῖν, ὁ Θεός, γρήγορον νοῦν, σώφρονα λογισμόν, καρδίαν νήφουσαν, ὕπνον ἐλαφρόν καὶ πάσης σατανικῆς φαντασίας ἀπηλλαγμένον. Διανάστησον δὲ ἡμᾶς ἐν τῷ καιρῷ τῆς προσευχῆς ἐστηριγμένους ἐν ταῖς ἐντολαῖς σου καὶ τὴν μνήμην τῶν σῶν κριμάτων ἐν ἑαυτοῖς ἀπαράθραυστον ἔχοντας. Παννύχιον ἡμῖν τὴν σὴν δοξολογίαν χάρισαι εἰς τὸ ὑμνεῖν καὶ εὐλογεῖν καὶ δοξάζειν τὸ πάντιμον καὶ μεγαλοπρεπὲς ὄνομα σου, τοῦ Πατρὸς καί τοῦ Υἱοῦ καί τοῦ ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶς καὶ εἰών τοὺς αἰῶς. μήν.

περένδοξε, ἀειπάρθενε, εὐλογημένη Θεοτόκε, προσάγαγε τὴν ἡμετέραν προσευχὴν τῷ Υἱῷ σου καὶ Θεῷ ἡμῶν, καὶ αἴτησαι ἵνα σώσῃ διά σοῦ τὰς ψυχὰς ἡμῶν.

ἐλπίς μου ὁ Πατήρ, καταφυγή μου ὁ Υἱός, σκέπη μου τὸ Πνεῦμα τὸ ἅγιον, Τριὰς ἁγία, δόξα σοι.

Τ ὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

ΙΕΡΕΥΣ Δόξα σοι ὁ Θεός, ἡ ​​Ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.

ΑΝΑΓΝΩΣΤΗΣΔ όξα... Κ αὶ νύν... , Κ ύριε ἐλέησον (γ'), Π άτερ ἅγιε, εὐλόγησον.

ΙΕΡΕΥΣ Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας αὐτοῦ Μητρός· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· (τοῦ ἁγίου, τοῦ Ναλε), καὶ τοῦ ἁγίου, τοῦ Ναλε. καὶ φιλάνθρωπος. Εὐξώμεθα ὑπὲρ εἰρήνης τοῦ κόσμου.

περ τῶν εὐσεβῶν καὶ ὀρθοδόξων Χριστιανῶν.

πὲρ τοῦ πατρός καὶ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

πὲρ τοῦ εὐσεβοῦς ἡμῶν ἔθνους.

πὲρ εὐοδώσεως καὶ ἐνισχύσεως τοῦ φιλοχρίστου στρατοῦ.

περ τῶν ἀπολειφθέντων πατέρων, καὶ ἀδελφῶν ἡμῶν.

περ τῶν διακονούντων καὶ διακονησάντων ἡμῖν.

πὲρ τῶν μισούντων καὶ ἀγαπώντων ἡμᾶς.

περ τῶν ἐντειλαμένων ἡμῖν τοὶς ἀναξίοις εὔχεσθαι ὑπὲρ αὐτῶν.

πὲρ ἀναρρύσεως τῶν αἰχμαλώτων.

περ τῶν ἐν θαλάσσῃ καλῶς πλεόντων.

πὲρ τῶν ἐν ἀσθενείαις κατακειμένων.

Ε ὐξώμεθα καὶ ὑπὲρ εὐφορίας τῶν καρπῶν τῆς γῆς.

Κ αὶ ὑπὲρ πάντων τῶν προαναπαυσαμένων πατέρων καὶ ἀδελφῶν ἡμῶν, τῶν ἐνθάδε εὐσεβῶς κειμένων, καὶ ἁπανταχοῦ Ὀρθοδόξων. Εἴπωμεν καὶ ὑπὲρ ἑαυτῶν, τὸ Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

ΧΟΡΟΣ Ἦχος δ΄.

ὑψωθείς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τούς οἰκτιρμούς σου δώρησαι Χριστέ ὁ Θεός. εὔφρανον ἐν τῇ δυνάμει σου, τούς πιστούς Βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατά τῶν πολεμίων. τήν συμμαχίαν ἔχοιεν τήν σήν, ὅπλον εἰρήνης, ἀήττητον τρόπαιον.

ΙΕΡΕΥΣ Δ ι᾽ εὐχῶν των ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ΧΩΡΟΣ: Ἀ μήν.

© 2026 π. Αντώνιος Μπεζαΐτης, εφημέριος Ιερού Ναού Αγίου Στυλιανού Γκύζη Back To Top