WHAT ARE YOU LOOKING FOR?

Popular Tags

Παρακλητικός Κανών εις τον Άγιο και Μέγα Βαπτιστή του Κυρίου ημών Ιησού Χριστού Ιωάννη τον Πρόδρομο

Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας

Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κ
ύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιώθή σου, ὅτι οὐ δικαιώθήν σου. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ' ἐμέ τὸ πνεῦμάδ μου, ἐν ἐμοί ἐταράχ μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν, Κύριε, κατὲ πρὸν μου. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄.  Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄.  Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄.  Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Καὶ τὰ παρόντα Τροπάρια·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
ς κορυφαῖα τῶν Ἁγίων ἀκρότης, καὶ μετανοίας μεγαλόφωνος κῆρυξ, καί τοῦ Σωτῆρος Βαπτιστὴς καὶ Πρόδρομος, ἴθυνον τὸν βίον μου, πρὸς ὀδοὺς μετανοίας, χάριν δε καὶ ἔλεος, καὶ πταισυμὴ προσῆς, δίμὴν. ιοῦσι τῇ σκέπη σου πάντοτε.

Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Ο
ὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι, εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ, σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ψαλμὸς Ν´(50)
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ με τῆς ἁνομίας μου. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ ̓ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Σκέπη καὶ φύλαξ Βαπτιστὰ σύ μου πέλεις. Γερασίμου.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σ
υνέχει παθῶν με ἐπαγωγῇ, καὶ πλῆθος πταισμάτων, συνταράσσει με χαλεπώς· ἀλλ' ὦ Βαπτιστὰ ἡ σῇ πρεσβείᾳ, ἀναψυχή μοι γενέσθω καὶ λύτρωσις.

Κ ακίας με πάσης τοῦ δυσμενοῦς, καὶ βλάβης παντοίας, καὶ δολίας ἐπιβουλῆς, ἀπήμονα Πρόδρομε συντήρει, τὸν ολοψύχως φωνοῦντα τὴν κλῆσίν σου.

ν βίῳ προστάτην σε ἀσφαλῆ, καὶ σκέπην καὶ ῥύστην, καὶ θερμότατον ἀρωγόν, πλουτήσας λυτούμαι Ἰωάννη, πειρατηρίων ποικίλων καὶ θλίψεων.

Θεοτοκίον.
Π
ηγῇ δωρημάτων θεαρχικῶν, ὑπάρχουσα Κόρη, ὡς κυήσασα τὸν Χριστόν, σταγόνα μοι βλύσον συμπαθείας, καὶ τῆς παρούσης με θλίψεως λύτρωσαι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
θερμή σου πρεσβεία, πρὸς τὸν Χριστὸν ἔνδοξε, καὶ ἡ ὑπεραίρουσα χάρις, τῆς παῤῥησίας σου, Πρόδρομε ῥύεται, πολυειδῶν συμπτωμάτων, τοὺς πιστῶς προστρέχοντας, τῇ ἀντιλήψει σου.

Κ αταφύγιον κόσμου, καὶ πρὸς Χριστὸν μέγιστος, πρέσβυς Ἰωάννη ὑπάρχων, σῶζε τοὺς ἅπαντας, πάσης κακώσεως, καὶ συμφορῶν καὶ κινδύνων, καὶ μελλούσης κρίσεως, ἐκδυσωποῦμέν σε.

θυμίας βαρείας, καὶ πονηρὰς ἕξεως, τῆς ἐπὶ τὰ χείρῳ Προφῆτα, ῥῦσαί με δέομαι, καὶ μετανοίας μοι, τὰς ἀφορμὰς ἀεὶ δίδου, ὡς ἂν θείας χάριτος, μέτοχος γένωμαι.

Θεοτοκίον.
λαστήριον κόσμου, ὡς ἀληθῶς πέφηνας, τὸν τὴν ἁμαρτίαν Παρθένε, ἡμῶν ἀράμενον, κυοφορήσασα, ὅθεν πταισμάτων τὴν λύσιν, καὶ παθῶν τὴν κάθαρσιν, ἡμῖν πρυτάνευσον.

Δ ιάσωσον ὦ Βαπτιστὰ καὶ Πρόδρομε τοῦ Σωτῆρος, ἀναγκῶν τε καὶ χαλεπῶν περιστάσεων, τοὺς ὁλοψύχους προστρέχοντας τῇ σῇ σκέπῃ.

πίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Π
ροστάτης θερμὸς καὶ μέγα καταφύγιον, καὶ σκέπη στεῤῥά καὶ ἀρωγὸς καὶ ἔφορος, ὑπάρχων ἡμῶν Πρόδρομε, ἐξελοῦ ἀπὸ πάσης κακώσεως, καὶ μανίας ἐχθροῦ ἀπηνοῦς, τοὺς ἐπιβοωμένους σου τὸ ὄνομα.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Φ
άνηθι μοι μακάριε, ἀοράτῳ Πρόδρομε ἐπισκέψει σου, καὶ ἀπάλλαξόν με δέομαι, ἐκ τῆς τυραννίδος τῶν θλιβόντων με.

πελθὼν νοῒ ἄφρονι, τὰς τῆς ἁμαρτίας ἰδέας Πρόδρομε, χαλεπῶς ἤδη ἐτάζομαι, ἀλλὰ σὺ βελτίωσον παράσχου μοι.

Λ υτρωτὴν ἐν ταῖς θλίψεσι, καὶ ἐν τοῖς κινδύνοις μέγαν ὑπέρμαχον, Ἰωάννη κεκτημένοι σε, τῇ σῇ ἀντιλήψει καταφεύγομεν.

Θεοτοκίον.
ειπάρθενε Δέσποινα, ἡ τὸν Θεὸν Λόγον σαρκὶ κυήσασα, τῆς σαρκός μου τὰ νοσήματα, καὶ τὰ τῆς ψυχῆς πάθη θεράπευσον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ξ
ένωσον ἡμῶν, καὶ τὸν νοῦν καὶ τὴν διάνοιαν, Βαπτιστὰ ἐκ προσπαθείας γεηράς, καὶ πρὸς θείαν ἀναπτέρωσον ἀγάπησιν.

Β ίον καθαρόν, διανύειν ἡμᾶς Πρόδρομε, καὶ γνησίας μετανοίας τοὺς καρπούς, ἀποφέρειν ἐνδυνάμωσον δεόμεθα.

λυπον ἡμῶν, τὴν ζωὴν καὶ ἀστασίαστον, ἐκ ποικίλων τοῦ ἐχθροῦ ἐπηρειῶν, διατήρει Ἰωάννη μεγαλώνυμε.

Θεοτοκίον.
Π
ύλη τοῦ Θεοῦ, Θεοτόκε ἀειπάρθενε, ἀγαθότητι τῆς σῆς ἐπισκοπῆς, μετανοίας μοι τὰς πύλας διαπέτασον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Τ
ὴν δέησιν τῆς ψυχῆς μου πρόσδεξαι καὶ εἰσάκουσον φωνῆς στεναγμοῦ μου, καὶ τῆς παρούσης με λύτρωσαι λύπης, τῆς ἐπελθούσης ἐκ πλήθους πταισμάτων μου, Πρόδρομε κῆρυξ τοῦ Χριστοῦ, καὶ χαρὰς ταῖς ἀκτυνῖσι με φαί.

λεῷ σου ἐπιβλέψας ὄμματι, καὶ εὐσπλάγχνῳ διαθέσει Προφῆτα, τῇ συντριβῇ τοῦ οἰκτροῦ σου ἱκέτου, καὶ τὴν κατ' ἄμφω ὑγίειαν μοι δώρησαι, καὶ ἴςθυνόν με ̓ασφαλῶν.

Σ τενούμενος ταῖς τοῦ βίου θλίψεσι, τῇ θερμῇ σου καταφεύγω πρεσβείᾳ, ἵνα ῥυσθῶ τῆς αὐτῶν ἐπηρείας, καὶ πάσης ἄλλης πληγῆς τε καὶ μάστιγος, ὧν ἐξελοῦ με τῆς φθορὡγες μου τῆς φθορὶς.

Θεοτοκίον.
Τ
ὴν θλῖψιν μου, τῆς ψυχῆς μετάβαλε, εἰς χαρὰν Θεογεννήτορ τελείαν, καὶ μετανοίας φροντίδα ἁγίαν, τῇ ῥαθυμούσῃ καρδία μου φύτευσον, ἵνα μισήσω ὁλικῶς, τὰ ἡδέα τοῦ κόσμου.

Δ ιάσωσον ὦ Βαπτιστὰ καὶ Πρόδρομε τοῦ Σωτῆρος, ἀναγκῶν τε καὶ χαλεπῶν περιστάσεων, τοὺς ὀλοψύχως προστρέχοντας τῇ σῇ σκέπῃ.

χραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Β
άπτιστα τοῦ Σωτῆρος Προφῆτα καὶ Πρόδρομε, ὡς τεχθεὶς ἐκ τῆς στείρας ὡς βλαστὸς εὐθαλέστατος, τῆς στειρευούσης μου ψυχῆς, ἐν ἔργοις ἀγαθοῖς, τὴν ἀκαρπίαν τὴν δεινή, ταῖς ἀκαρπίαν τὴν δεινήθ, ταῖς ἀκαρπίαν, μετά. τῆς μετανοίας, τὸν στάχυν καρποφορήσῃ, καὶ ἀπαθείας τοὺς καρπούς, Ἰωάννη μεγαλώνυμε.

Προκείμενον.
Κ
αὶ σὺ παιδίον Προφήτης Ὑψίστου κληθήση· προπορεύσῃ γὰρ πρὸ προσώπου Κυρίου, ἑτοιμάσαι ὀδοὺς αὐτοῦ.
Στίχος. Εὐλογητὸς Κύριος ὁ Θεός τοῦ Ἰσραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ.

Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Ματθαῖον.
(Κέφ. ια΄, 2 – 15).

Τ ῷ καιρῶ ἐκείνῳ, ἀκούσας ὁ Ἰωάννης ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ Χριστοῦ, πέμψας δύο τῶν μαθητῶν αὐτοῦ εἶπεν αὐτῷ· σὺ εἶ ὁ Ἐρχομενὸς ἢ δοκῶμεν; καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· τυφλοὶ ἀναβλέπουσι καὶ χωλοὶ περιπατοῦσι, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσι καὶ ἐστιν ἐστιν, νεκροὶ ἐγείρονται. σκανδαλισθῇ ἐν ἐμοί. Τούτων δὲ πορευομένων ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου· τί ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι; Κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; Ἀλλά τί ἐξήλθετε ἰδεῖν; Ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδοὺ οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλέων εἰσίν. Ἀλλά τί ἐξήλθετε ἰδεῖν; Προφήτην; Ναὶ λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. Οὗτος γὰρ ἐστι περὶ οὗ γέγραπται· ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελον μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθεν σου. ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. Ἀπὸ δέ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου προεφήτευσαν. Καὶ εἰ θέλετε δέξασθαι, αὐτὸς ἐστιν Ἡλίας ὁ μέλλων ἔρχεσθαι. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.

Δόξα.
Τ
αῖς τοῦ σοῦ Προδρόμου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.
Τ
αῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος.  Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Π
ρόδρομε τῆς χάριτος, καὶ Βαπτιστά τοῦ Σωτῆρος, πρὸς ὁδὸν σωτήριον τὴν ζωήν μου ἴθυνον ἱκετεύω σε, καὶ ἐχθροῦ ἅπασαν κατ ̓ ἐμοῦ μανίαν, ἀποσόβησον καὶ λάμπρυνον, γνώσει τῇ κρείτὴν μου τῇ κρείτωρ. εύουσαν ἀεὶ πρὸς τὰ χείρονα , καὶ ἐν ὤρα δίκης, δικαίας καταδίκης με σοφέ, ῥῦσαι καὶ στάσεως μέτοχον, τῶν δικαίων ποίησον.

Σῶσον ὁ Θεός τὸν λαόν σου…

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
σθενείας καὶ λύπαις ἐμπεσὼν διὰ πλῆθος πταισμάτων Πρόδρομε, τῇ σκέπῃ σου προστρέχω, καὶ ἴασιν αἰτοῦμαι, ἣν παράσχου μοι δέομαι, οἷα μεγίστην πλουτῶν, παρὰ Κυρίου χάριν.

Σ υντριβήν τῇ ψυχή μου καὶ ταπείνωσιν δίδου ἐν τῇ καρδίᾳ μου, καὶ νοῦν κεκαθαρμένον, Πρόδρομε Ἰωάννη, ἵνα πάλιν ὁ δείλαιος, οἰκειωθῶ τῷ Χριστῷ, δι' ἔργων μετανοίας.

περήφανον φρένα γεωργήσας εἰς βόθρον κακίας πέπτωκα, ἐξ οὗ ἀνάγαγε με, καὶ πρὸς ὁδὸν εὐθεῖαν, τῆς ψυχῆς μου κατεύθυνον, τοὺς πόδας ὦ Βαπτιστά, θερμή σου ἀντιλήψει.

Θεοτοκίον.
Μ
ητροπάρθενε Κόρη, ἡ Θεὸν σαρκωθέντα ἡμῖν κυήσασα, σαρκός μου τὰς ὀδύνας, καὶ τῆς ψυχῆς τὸ ἄλγος, τῇ σῇ χάριτι ἴασαι, καὶ δώρησαί μοι Ἁγνῇ, συγχώρησιν πισμάτων.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
ὑποδείξας, τῆς μετανοίας τὴν τρίβον, πρὸς αὐτήν ἡμᾶς κυβέρνησον Προφῆτα, τὰς τῆς ἁμαρτίας, αἰτίας ἀποτέμνων.

πὸ τοῦ πλάνου τραυματισθεὶς ἐσυλήθην καὶ κατάκειμαι δεινῶς ἐκπεπληγμένος, ἀλλὰ σὺ Προφῆτα δὸς μοι τὴν θεραπείαν.

Π ροστάτην μέγαν καὶ ἀντιλήπτορα θεῖον, κεκτημένος σε Πρόδρομε Ἰωάννη, πάσης ἐν τῷ βίῳ λυτροῦμαι δυσχερείας.

Θεοτοκίον.
κ τῶν ποικίλων πειρατηρίων τοῦ βίου, ἐλευθέρωσον Παρθένε τὴν ζωήν μου, ἵνα σε δοξάζω, τὴν Κεχαριτωμένην.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Λ
εόντων νοουμένων τῶν ὠρυομένων, καταπιεῖν ἡμᾶς Πρόδρομε σύντριψον, τὰς καθ' ἑκάστην ἐφόδους τῇ προστασίᾳ σου.

κ πάσης ἁμαρτίας, καὶ παντὸς σκανδάλου, καὶ συστροφῆς τοῦ ἀλάστορος λύτρωσαι, τοὺς σὲ γεραίροντας Πρόδρομε μεγαλώνυμε.

άτρευσον τὸν νοῦν μου, Πρόδρομε Κυρίου, καὶ τῆς κακῆς συνηθείας με λύτρωσαι, καὶ τῶν πταισμάτων παράσχου μοι τὴν συγχώρησιν.

Θεοτοκίον.
Σ
ωτῆρα τῶν ἀνθρώπων, τέξασα Παρθένε, πρὸς σωτηρίας με τρίβον ὁδήγησον, καὶ τῷ φωτί τῆς σῆς δόξης τὸν νοῦν μου λάμπρυνον.

ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.

Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Γ
ηγενῶν ἁπάντων μείζων ὀφθείς, ὡς ὁ Χριστὸς ἔφη κατηξίωσαι κατιδεῖν, καὶ βαπτίσαι μάκαρ, ἐν ῥείθροις Ἰορδάνου, τὸν Πάντων Πρόγιετην, εὐεργέτην.

Τ εχθεὶς ἀπὸ στείρας μάκαρ μητρός, λύεις παραδόξως τοῦ πατρός σου τὴν σιωπήν, ὅθεν τὴν ψυχήν μου ἔργασαι καρποφόρον, Πρόδρομε Ἰωάννη, ἁγίων πράξεων.

Π ρόδρομε Προφῆτα καὶ Βαπτιστά, Ἄγγελε Κυρίου, μετανοίας στόμα σοφόν, λύχνε τοῦ Ἡλίου χάριτος πρυτανεῖον, χαρίτωσον τὸν νοῦν μου τῇ σῇ χρηστότητι.

Ἄγγελος ἐκ βρέφους ἀναδειχθείς, σφραγὶς καθωράθης Ἰωάννη τῶν Προφητῶν, καὶ Πρόδρομος μέγας τοῦ σαρκωθέντος Λόγου, γενόμενος Προφῆτα, λαμπρῶς δεδόξασαι.

Χ αίροις ὁ τοῦ Πνεύματος θησαυρός, λειμὼν ἀπαθείας Ἰωάννη ἀμφιλαφής, χαίροις τῶν ἀῤῥήτων θεάμων καὶ αὐτόπτης, ὡς Βαπτιστὴς Κυρίου, θεοειδέστατος.

Λ ῦσον τὴν ὀδύνην μου τῆς ψυχῆς καὶ στῆσον Προφῆτα, τὴν ῥαγδαίως τοῦ πονηροῦ, κατ' ἐμοῦ μανίαν, ἐννοίαις δε ἁγίαις τείχισον Ἰωάννη, τὸν νοῦν μου δέομαι.

Π ᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον
γιος ὁ Θεός, γιος Ἰσχυρός, γιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δ όξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι,
καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Π αναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.

Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…

Π άτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴς εἰνὰς. ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.

Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ
τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
μήν.

Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
λέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.

Δόξα.
Κ
ύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ' ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.

Καὶ νῦν.
Τ
ῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Μ
έγας ἐν Ἁγίοις πεφηνώς, οἷα Βαπτιστὴς Ἰωάννη, Χριστοῦ καὶ Πρόδρομος, μείζονος ἠξίωσαι, δόξης καὶ χάριτος· διὰ τοῦτο μεγίστη σου, πρεσβεῖα Προφῆτα, φύλαττε ἀπανττε δεόμεθας προσβολήᾶς. , καὶ τῶν ἐν τῷ βίῳ περιστάσεων.

Δ έσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τ ὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δι' εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
μήν.

Δίστιχον·
Ἰωάννη πρόσδεξαι τὴν δέησίν μου
Καὶ χάριν χορήγει μοι σῷ Γερασίμῳ.

© 2026 π. Αντώνιος Μπεζαΐτης, εφημέριος Ιερού Ναού Αγίου Στυλιανού Γκύζη Back To Top