Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κ ύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτις οὐ δικαιώω σου. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ ̓ ἐμέ τὸ πνεῦμάδ μου, ἐν ἐμοί ἐμέ. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψης τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωΐ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχ, πρῶν. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεὸς μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καί ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὑτοῦ.
Θ εός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θ εός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος. γ΄. Παρά Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θ εός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὸ τροπάριον·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῶ.
Ὡ ς ἀγαθόδωρος Δεσπότης Χριστέ μου, καὶ χορηγός τῶν ὑπὲρ νοῦν χαρισμάτων, Σοφία τοῦ σὲ Φύσαντος ἀπέραντος, δώρησαι τοῖς δούλοις σου, μαθηταῖς τὴν σὴν ῥῶσιν, τὴν παιδὴν, ἐπιστήν, τὴν παιδὴν, Κύριε ήσωσι.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Ο ὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐ λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ ̓ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
Χάριν δὸς τοῖς σπουδασταῖς Κύριε. Ίωήλ.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Χ αρίτωσον Δέσποτα Ἰησοῦ, τὸν νοῦν τῶν σῶν νέων, τοῦ εἰδέναι τὸ θαυμαστόν, καὶ θεῖον σου θέλημα ἐν πᾶσι, τοῖς ἐπιγείοις αὐτῶν ἀγωνίσμασι.
Ἀ παύστως Πανάγαθε Ἰησοῦ, ὁδήγει τοὺς νέους, πρὸς τὸν δίαυλον ἀρετῆς, τὰ νέφη σκεδάζων ἀγνωσίας, ἐκ τοῦ νόος καὶ ψυχῆς αὐτῶν τάχιστα.
Ῥ ωσθείς τῇ δυνάμει σου Ἰησοῦ, χορὸς σπουδαζόντων, τὴν ἐξέτασιν τὴν δεινήν, ἐλπίζει ῥᾳδίως προσπελάσαι, εἶ καὶ σοφίσεις αὐτῶν τὴν διάνοιαν.
Θεοτοκίον.
Ἰ σχὺς σπουδαζόντων καὶ ἀρωγῇ, ὑπάρχουσα ὄντως, μὴ παρίδῃς τὰς εὐλαβεῖς, αἰτήσεις αὐτῶν πρὸς ἀριστείαν, ἐν τοῖς μαθήμασι μῆτερ πανύμνητε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ν υσταγμὸν ἀμελείας, θεοπρεπῶς Δέσποτα, ἄπωσον ἐκ τῶν ὑπὸ κρίσιν, σπουδῶν τεκνίων σου, καὶ τούτοις χάρισαι, τὸν φωτισμόν τῆς καρδίας, τοῦ νόος τὴν κάθαρσιν, καὶ τὴν ἐγρήγορσιν.
Δ ειλαιότητος ῥῦσαι, τοὺς ἐπὶ σὲ βλέποντας, νέους καὶ νεάνιδας πάσας, τῆς Ἐκκλησίας σου, κατά τὴν νόμιμον, τῶν μαθημάτων κατ' ἔτος, κρίσιν καὶ ἐξέτασιν, Χριστὲ γλυκύτατε.
Ο ἰκτιρμοῖς οὐρανίοις, νεανικὸν ὅμιλον, τῶν πολυπληθῶν σπουδαζόντων, Σῶτερ ἐνίσχυσον, ὡς ἄν τὸν τάραχον, τῶν ψυχικῶν ἀλγηδόνων, καὶ σωμάτων κάματον, διασκεδάσωσι.
Θεοτοκίον
Σ ωτείρᾳ μου Παρθένε, ἐν χαλεπαῖς κρίσεσι, φάνηθι ἐμοῖ τῷ σῶ τέκνῳ, νυνὶ σπουδάζοντι, καὶ δὸς πρεσβείαις σου, ἐπιτυχῶς διαπλεῦσαι, μαθημάτων πέλαγος, τὸ πολυκύμαντον.
Διάσωσον, ὦ Πολυέλεε Σῶτερ πάντας, ἐκ τῶν σκανδάλων τῶν μαθημάτων τοὺς δούλους σου, τοὺς ἐπ' ἐλπίδι κρειττόνων ἐσπουδακότας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμήν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία Θερμή.
Ἀ νδρείας πνοήν, καὶ γνῶσιν ἀκαταίσχυντον, καὶ θάρσος ψυχῆς, καὶ γνώμης τὴν ὀρθότητα, τῇ νεολαία Κύριε, τῷ άπείρω μὴ παύσῃ ἐλέει σου, ἐν τοῖς καιροῖς τῆς κρίσεως διδούς, τῶν μαθημάτων.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τ ὸν καιρόν τῆς ἐτάσεως, τῶν ὑποψηφίων πρὸς τὰ ἱδρύματα, τὰ ἀνώτατα καὶ Λύκεια, κούφισον Χριστέ μου ἐνεργείαις σου.
Ὁ ἐχθρὸς ὁ παμπόνηρος, τὴν μαθητιῶσαν ὀχλεῖ νεότητα, ἀλλὰ τούτου τὰ φρυάγματα, σύντριψον Χριστέ μου τῷ σῷ νεύματι.
Ἰ οβόλα νοήματα, καὶ ψυχοβλαβῆ Χριστὲ ἀποσόβησον, ἀκηδίας ἐκ τῶν δούλων σου, τῶν ὑποψηφίων πρὸς ἐξέτασιν.
Θεοτοκίον.
Σ ωτηρίας ἡ πρόξενος, ἀνεδείχθης μῆτερ Χριστόν τὸν πάνσοφον, ἡ τεκοῦσα τὴν νεότητα, τὴν μαθητιῶσαν περιφρούρησον.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Σ όφισον Χριστέ, ἀοράτως τὰς νεάνιδας, καὶ τοὺς νέους ταῖς βολαῖς τῶν ἀστραπῶν, τῆς Θεότητος τῆς σῆς κατὰ τὴν ἔτασιν.
Π ρόθυμον σπουδήν, πρὸς μελέτην καὶ ἐμπέδωσιν, τῇ νεότητι χορήγησον Χριστέ, ὡς πηγῇ τῶν δωρεῶν ἡ ἀνεξάντλητος.
Ὄ μβρισον Χριστέ, τὰς ῥανίδας τῆς σοφίας σου, ἑν τῇ γῆ τῇ ἀγαθῇ τῶν μαθητῶν, ἵνα γένηται καρπὸς αὐτοῖς σωτήριος.
Θεοτοκίον.
Ὕ ψωσον τὸν νοῦν, μαθητῶν ἐξ ̓ ἀπογνώσεως, πρό τοῦ χρόνου τῆς ἐτάσεως Ἁγνή, τῶν κρειττόνων μαθημάτων ταῖς πρεσβείαις σου.
ᾨδὴ ς΄. Τὴν δέησιν.
Δ ιόρθωσον, Ἰησοῦ μου πάνσοφε, τὴν διάνοιαν τῶν νέων ἀνθρώπων, τῶν πρὸς τὴν κρείττονα Σῶτερ παιδείαν, ὑποψηφίων ἐκ πάσης στενώσεως, καὶ ἐκ παγίδων χαλεπῶν, τῆς συγχύσεως, ζάλης καὶ θλίψεως.
Ἀ πέλασον, ταχινῶς τὰ σκάνδαλα, τὰ κωλύοντα τὴν εἴσοδον Σῶτερ, πρὸς τὰς σχολάς τῆς βροτείου σοφίας, τῶν εὐελπίδων ἀνθρώπων καὶ πρόφθασον, τὰς θλιβερᾶς ἐπιπλοκάς, ἐν τῷ τῆς αὐτῶν.
Σ υνέσεως, τῷ φωτὶ καταύγασον, τὴν φιλόυλον χορείαν τῶν νέων, ἐν τῷ ἐμμένειν στεῤῥῶς Ἰησοῦ μου, εἰς τὴν ἐκμάθησιν πάσης τῆς γνώσεως, τῆς δυναμένης πρὸς Σχολάς, εὐχερῆσατον.
Θεοτοκίον.
Τ ὸν τόκον σου, εὑραμένη πρόπαλαι, ἐν τῷ μέσῳ τῶν σοφῶν διδασκάλων, ἐπερωτῶντα αὐτούς ἐν φρονήσει, μὴ διαλίπῃς νυνὶ ἱκετεύουσα, ὑπέρ τῶν νέων Μαριάμ, τῶν ζητούντων τὴν γνῶσιν τὴν.
Διάσωσον, ὦ Πολυέλεε Σῶτερ πάντας, ἐκ τῶν σκανδάλων τῶν μαθημάτων τοὺς δούλους σου, τοὺς ἐπ' ἐλπίδι κρειττόνων ἐσπουδακότας.
Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου ῥείθροις.
Τ οῦ Προανάρχου Πατρὸς συναΐδιος, καὶ ἡ Σοφία αὐτοῦ ἡ παντέλειος, τῶν σπουδαστῶν τὴν χορείαν προστάτευσον, ἐκ φρενοβλάβης καὶ πάσης κακώσεως, καὶ πλάνης τοῦ πλάνου ἀλάστορος.
Προκείμενον.
Αλεύσατε τῷ Κυρίῳ ἒν φόβῳ καὶ άγαλλιάσθε αύτω ἒν τρόμῳ.
Στίχος. Δράξασθε παιδείας μήποτε όργισ&ϋ Κύριος.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν
(Κεφ. β΄, 41-52).
Τ ῷ καιρῶ ἐκείνῳ ἐπορεύοντο οἱ γονεῖς αὐτοῦ κατ᾿ ἔτος εἰς Ἱερουσαλὴμ τῇ ἑορτῇ τοῦ πάσχα. Καὶ ὅτε ἐγένετο ἐτῶν δώδεκα, ἀναβάντων αὐτῶν εἰς Ἱεροσόλυμα κατὰ τὸ ἔθος τῆς ἑορτῆς καὶ τελειωσάντων τὰς ἡμέρας, ἐν τῷ ὑποστρέφειν αὐτοὺς ὑπέμεινεν Ἰερουσαν Ἰερουσαν Ἰερουσαν Ἰερουσαν Ἰερουσαν Ἰερουσαν Ἰερουσαν Ἰερουσαν Ἰερουσαν Ἰερουσαν Ἰερουσαν Ἰερολυμα ἐτῶν δώδεκα ἐγένετο ἐτῶν δώδεκα. Νομίσαντες δὲ αὐτὸν ἐν τῇ συνοδίᾳ εἶναι ἦλθον ἡμέρας ὁδὸν καὶ ἀνεζήτουν αὐτὸν ἐν τοῖς συγγενέσι καὶ ἐν τοῖς γνωστοῖς· καὶ μὴ εὑρόντες αὐτὸν ὑπέστρεψαν εἰς Ἱν. Καὶ ἐγένετο μεθ᾿ ἡμέρας τρεῖς εὗρον αὐτὸν ἐν τῷ ἱερῷ καθεζόμενον ἐν μέσῳ τῶν διδασκάλων καὶ ἀκούοντα αὐτῶν καὶ ἐπερωτῶντα αὐτούς· ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες αὐτοῦ ἐπίσεσὶ ταῖ. Καὶ ἰδόντες αὐτὸν ἐξεπλάγησαν, καὶ πρὸς αὐτὸν ἡ μήτηρ αὐτοῦ εἶπε· τέκνον, τί ἐποίησας ἡμῖν οὕτως; ἰδοὺ ὁ πατήρ σου κἀγὼ ὀδυνώμενοι ἐζητοῦμέν σε. Καὶ εἶπε πρὸς αὐτούς· τί ὅτι ἐζητεῖτέ με; Οὐκ ᾔδειτε ὅτι ἐν τοῖς τοῦ πατρός μου δεῖ εἶναί με; Καὶ αὐτοὶ οὐ συνῆκαν τὸ ρῆμα ὃ ἐλάλησεν αὐτοῖς. Καὶ κατέβη μετ᾿ αὐτῶν καὶ ἦλθεν εἰς Ναζαρέτ, καὶ ἦν ὑποτασσόμενος αὐτοῖς. Καὶ ἡ μήτηρ αὐτοῦ διετήρει πάντα τὰ ρήματα ταῦτα ἐν τῇ καρδίᾳ αὐτῆς. Καὶ Ἰησοῦς προέκοπτε σοφίᾳ καὶ ἡλικίᾳ καὶ χάριτι παρὰ Θεῷ καὶ ἀνθρώποις.
Δόξα.
Πάτερ Λόγε Πνεῦμα Τριὰς ἡ ἒν Μονάδι ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Θεοτόκου πρεσβείαις ἐλεῆμον ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Γ νῶσιν τὴν ψευδώνυμον, καὶ μωρολόγων ἀπάτην, τοῦ νόος τὴν τύφλωσιν, φιλοσόφων καύχησιν τὴν ἀδόκιμον, ἀπρεπῆ ῥήματα, καὶ σατάν ἰδέας, ἀθεΐας τὰ διδάγματα, Χριστὲ διάλυσον, ἐκ τῶν καρδιῶν, τῶν πίστενων τὴν καρδιῶν, τῶν πίστενων τὴν καρδιῶν, τῶν πίστενων. ἵνα εὐθυπόρως , τὴν τρίβον βαδιοῦνται τὴν στενήν, τῆς ἐπιστήμης καὶ πίστεως, Κύριε μακρόθυμε.
Σῶσον ὃ Θεός τὸν λαὸν σου….
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἀ νεπίληπτον βίον, παιδευμάτων τὴν γνῶσιν, σεμνοπρεπῆ ἀγωγήν, ἀγάπην πρὸς πλησίον, εὐθύτητα ἐν τρόποις, καὶ διάνοιαν ἄμεμπτον, οἱ μαθηταὶ παρά σοῦ, αἰτοῦσιν Ἰησοῦ μου.
Ἰ σχυροὺς Ἰησοῦ μου, ἐν τῷ ἤθει καὶ γνώσει, τῶν φοιτητῶν τὸν χορόν, τῇ θεία σου δυνάμει, ἐν κρίσει μαθημάτων, εὐμενῶς σὺ κατάστησον, ἵνα τοῦ βίου καλῶς, διέλθωσι τοὺς χρόνους.
Σ υστροφὰς διανοίας, κωλυούσας ἀλόγως τῶν μαθητῶν πλοκήν, ἀνάπτυξιν Χριστέ μου, ἐν τῇ ὤρα ἐξετάσεως, τῶν νεαρῶν μαθητῶν, διάλυσον ταχέως.
Θεοτόκιον.
Κραταιᾷ προστασία, Θεοτόκε παρθένε, τῶν μαθητῶν ἀληθῶς, ὑπάρχεις ταῖς εὐχαῖς σου, καὶ τῶν αὐτῶν τοκέων, παραμύθιον ἄριστον, ὅθεν μὴ παύσῃ ποτέ, αὐτούς ἐπευλογοῦσα.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ὑ πό τὴν σκέπην, τῶν οἰκτιρμῶν σου ἐλπίζει, ἡ χορεία σπουδαζόντων τὰς εἰσόδους, πρὸς σχολὰς ποιήσαι, τῆς γνώσεως Χριστέ μου.
Ῥ ερυπωμένοι, ἁμαρτιῶν ταῖς κηλῖσιν, ἐπὶ σε ἐπεστηρίχθημεν Σωτήρ μου, μὴ ἐάσῃς μόνα, τῶν μαθητῶν τὰ πλήθη.
Ἰ δόντες πάντες, τῶν δωρεῶν σου τὸ πλῆθος, ἱκετεύομεν ὑπέρ τῆς νεολαίας, τῆς ἐπὶ τὰ κρείττω, θελούσης ἀναβῆναι.
Θεοτοκίον.
Ἐπιμονῆς τε, ἐν τοῖς μαθήμασι Κόρη, χρείαν ἔχουσι νεάνιδες καὶ νέοι, ὅθεν ταῖς λιταῖς σου, αὐτοῖς παράσχου ταῦτα.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰ δεῖν τῆς νεολαίας, Σῶτερ ἀγωνίαν, τῶν ἐξετάσεων πάντες δεόμεθα, καὶ παρασχεῖν τὴν ἐλπίδα, αὑτῇ Φιλάνθρωπε.
Ὡ ς πάλαι τῷ Εὐνούχῳ, διά τοῦ Φιλίππου, τὴν ἀληθῇ ἑρμηνείαν ἐδώρησας, οὕτω καὶ νῦν τὴν μελέτην, τοῖς νέοις χάρισαι.
Ἡ πᾶσα νεολαία, προσδοκᾷ Χριστέ μου, ἐπιτυχίας κομίσαι ὠφέλειαν, ἐκ τῶν ποικίλων ἀγώνων, αὐτῆς τῇ ῥώμη σου.
Θεοτοκίον.
Λ αλήσαι εἰς τὰ ὦτα, μαθητῶν καὶ νέων, τὰ ἀκριβῆ καὶ τὰ ἄριστα Πάναγνε, κατὰ τὴν ὤραν αἰτοῦμεν, τῶν ἐξετάσεων.
Ἄ ξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Σ ῶτερ Ἰησοῦ μου πάρεσό νῦν, καὶ δίδου τὴν ῥῶσιν, καὶ τὴν γνῶσιν τὴν ἀληθῇ, τῇ μαθητιώσῃ, σεμνῇ σου νεολαία, ἵνα τὰς ἐξετάσεις, ποιήσῃ ἄ.
Ἄ γχος τῆς καρδίας τὸ χαλεπόν, συνοχήν τὴν ἔσω, τῶν δυνάμεων τῆς ψυχῆς, τὴν ἀπελπισίαν, Χριστέ τῆς νεολαίας, ἀπέλασον ἐν ὤρα, τῶν ἐξετάσεων.
Ἄ νωθεν παράσχου τοῖς μαθηταῖς, τοῖς ἁμιλλωμένοις, τὴν σὴν χάριν καὶ ἀρωγήν, ἵνα ἐπαξίως, ἀνοίξωσι τὰς πύλας, τοῦ Πανεπιστημίου, Χριστὲ γλυκύτατε.
Π ᾶσι τοῖς γονεῦσι τῶν μαθητῶν, καὶ τοῖς διδασκάλοις, ἱερεῦσι πνευματικοῖς, πόρισον πλουσίως, τῆς προσευχῆς τὸ δῶρον, ὑπέρ τῆς νεολαίας, Χριστέ μου πάνσοφε.
Μ έμνησο τῶν δούλων σου μαθητῶν, τῶν εταζομένων, Ἰησοῦ μου παμβασιλεῦ, ἐν τῇ ἀναπτύξει, τῆς γνώσεως ἑκάστου, καὶ δὸς κατά τὴν χρείαν, αὐτῶν τὰ πρόσφορα.
Ἅ γιοι πανένδοξοι ἀθληταῖς, Ἀπόστολοι θείοι, Ιεράρχες θεοειδεῖς, Μῆτερ τοῦ Δεσπότου, πρεσβεύετε Κυρίῳ, ὑπὲρ ἐπιτυχίας, τῶν νέων πάντοτε.
Π ᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκὰς οἱ Ἅγιοι Πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καί Υἱῶ, καὶ ἁγίῳ Πνεύματι, καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί…
Π άτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴς εἰν. ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρός καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην Σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοί προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κ ύριε ἐλέησον ἡμᾶς, ἐπὶ Σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ' ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεός ἡμῶν καὶ ἡμεῖς λαός Σου, πάντες ἔργα χειρῶν Σου καὶ τὸ ὄνομά Σου ἐπικεκλήμεθα.
Καί νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς Σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ Σοῦ τῶν περιστάσεων, Σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Καὶ τὸ παρὸν ἀπολυτίκιον. Ἦχος πλ. δ΄.
Εὐλογητὸς εἰ Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ πανσόφους τοὺς ἁλιεῖς ἀναδείξας, καταπέμψας αὐτοῖς τὸ Πνεῦμα τὸ Ἅγιον, καὶ δι' αὐτῶν τὴν οἰκουμένην σαγηνεύσας, Φιλάνθρωπε δόξα σοι.
Εἶτα ἡ συνήθης ἐκτενὴς καὶ ἐν ταῖς αἰτήσεσι καὶ ἡ παροῦσα.
Ἔτι δεόμεθα ὑπὲρ ἐπιτυχίας καὶ ἀριστεύσεως τῶν μαθητῶν, σπουδαστῶν καὶ νέων ἒν ταῖς ἐξετάσεσιν αὐτῶν καὶ ὑπέρ τοῦ ἐλθεῖν Κύριον τὸν Θεὸν βοηθὸν ἐν ταῖς προσπαθείαις καὶ τοῖς άγώσιν αύτών.
Εἶτα τὴν παροῦσαν εὐχήν
Τοῦ Κυρίου δεηθῶμεν.
Κ ύριε Ἰησοῦ Χριστέ, Υἱὲ καὶ Λόγε τοῦ Θεοῦ τοῦ ζῶντος, ἡ Σοφία τοῦ ἀνάρχου Πατρός, ἡ πηγὴ καὶ ὁ χορηγός τῆς γνώσεως, ὁ πανσόφως δημιουργήσας τὰ ὄντα καί τὸν ἄνθρωπον, ὁ τοὺς ἀγραμμάτους καὶ αὐτοὺς ἀγραμμάτους αγγελίου Σου Ἐν τῇ οἰκουμένη ἀναδείξας, ὁ δοὺς τοῖς μάρτυσι καὶ τοῖς ἁγίοις Σου λόγον ἀγαθὸν ἐν ἀνοίξει τοῦ στόματος αὐτῶν, ὁ εἰδὼς ἕκαστον ἐκ κοιλίας τῆς μητρὸς αὐτῶς καὶ μηὸς ἀνθρώπων, ὁ κατὸς. ἡμῶν, ἔπιδε ἰλεῷ Σου ὄμματι ἐπὶ τὴν χορείαν τῶν μαθητῶν τῶν προσιόντων εἰς τὴν κατ ̓ ἔτος ἐξέτασιν τῶν μαθημάτων αὐτῶν καὶ προσδοκώντων τὴν προαγωγὴν αὐτῶν καὶ τὴν εἴσοδον ἐν ταῖς κρείττοσι καὶ αὐτούς σχολαῖς. Ἀπέλασον ἀπ ̓ αὐτῶν πᾶσαν κακόνοιαν, ἀγνωσίαν, ῥαθυμίαν τε καὶ ἀπόγνωσιν. Φώτισον αὐτῶν τὸν νοῦν εἰς τὸ εἰδέναι ἕκαστος τὴν ὀρθότητα τῶν σκέψεων καί τῶν γραφομένων αὐτοῦ ἐν ταῖς ἐξετάσεσιν. Ἀνάδειξον, Κύριε, πάντας τοὺς ὑποψηφίους διὰ τὰς ἀνωτέρας καὶ ἀνωτάτας Σχολὰς ἀξίους τοῦ θελήματος Σου καὶ ἐργάτας τῶν ἐντολῶν Σου. Ὅτι σὺ εἶ τῶν νέων ὁ πιστὸς φίλος καὶ ὁ ἀδελφὸς πάντων τῶν ἐλπιζόντων ἐπί τὸ ἔλεος Σου καὶ σοί τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ Παναγίῳ τῶν αἰνῶν καὶ ζωοποιῶ Σουν. Ἀμήν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τα ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Π άνσοφε Χριστέ μου Ἰησοῦ, ἡ πηγῇ τῆς ὄντως σοφίας, τοὺς μαθητεύοντας, φώτισον δεόμεθα ταῖς ἐνεργείας σου, ὅπως ἔχωσιν ἅπαντες, ἐν τῇ ἐξετάσει, νοῦν ὀνθασαι, τὸν ὀθασαι ς ὑποκειμέναις αὐτοῖς πάντοτε .
Δ έσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τ ὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι' εὐχῶν τῶν Ἀγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀ μήν.
