
Ποίημα Οσίου Γερασίμου Μικραγιαννανίτου
Μ. Υμνογράφου της Αγίας του Χριστού Μεγάλης Εκκλησίας
Πρὸ ἐτῶν οἱ μαθηταί τῆς Ἀθωνιάδος Ἐκκλησιαστικῆς Ἀκαδημίας, σὲ συνάντησί των μὲ τὸν ἀοίδιμον Ὑμνογράφον τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας Ὁσιο Γεράσιμον Μικραγιαννανίτην, τοῦ ὑπέβαλον αἴτημα νὰ συντάξῃ χάριν αὐτῶν ἰδιαίτερον Παρακλητικὸν Κανόνα πρὸς τὴν Ὑπεραγίαν Θεοτόκον, ὁ ὁποῖος νὰ περιλαμβάνῃ εἰδικὰς ἀναφορὰς καὶ δεήσεις ὑπὲρ βοηθείας καὶ ἐπιλύσεως τῶν διαφόρων προβλημάτων ποῦ συνέχουν καὶ ἀπασχολοῦν τοὺς νέους καὶ δὴ τοὺς μαθητάς.
Ὁ Ὁσιος Γεράσιμος προσεῖδε με πολλὴν ἀγάπην καὶ στοργὴν εἰς τὸ αἴτημα τοῦτο τῶν μαθητῶν καὶ συνέθεσε τὸν ἀνὰ χεῖρας Παρακλητικὸν Κανόνα.
Ὁ Κανὼν οὗτος ἐχρησιμοποιήτῳ ὑπὸ τῶν μαθητῶν ἐκ χειρογράφων. Σήμερον, ἐπὶ τῇ συμπληρώσει ἔτους ἀπὸ τῆς πρὸς Κύριον ἐκδημίας τοῦ μακαριστοῦ Ὑμνογράφου, ἐκδίδεται τύποις τῇ πρωτοβουλίᾳ τῶν μαθητῶν τῆς Ἀθωνιάδος, ὡς μικρὰ προσφορὰ εἰς τὴν μαθητιῶσαν νεολαίαν.
Εὐλογήσαντος τοῦ ἱερέως ἀρχόμεθα ἀναγινώσκοντες τὸν ΡΜΒ΄ (142) Ψαλμόν.
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου· καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου, ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τὰς χεῖράς μου ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μου τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοί ἤλπισα· γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ἦρα τὴν ψυχήν μου· ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρὸς σὲ κατέφυγον. Δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου· τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου· καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σου εἰμι.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος α΄. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι ἀγαθός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με καὶ τὸ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρὰ Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Καὶ τὰ παρόντα Τροπάρια·
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς τετοκυῖα τὸν Θεόν τῶν ἁπάντων, ταῖς μητρικαῖς σου πρὸς αὐτὸν ἱκεσίαις, Θεογεννῆτορ κόρη ἀειπάρθενε, χάριν ἐπουράνιον, φωτισμὸν καὶ εἰρήνην, σύνεσιν καὶ φρόνησιν, συμπαθῶς ἀεὶ δίδου, τῇ νεολαίᾳ τῇ πανευλαβῶς, τὴν σὴν αἰτούσῃ, ταχεῖαν ἀντίληψιν.
Δόξα. Καὶ νῦν.
Ὅμοιον.
Τῶν εὐλαβῶς μαθητιώντων Παρθένε, τὰς διανοίας καὶ τὸν νοῦν καὶ καρδίαν, πρὸς τὴν παιδείαν πτέρωσον τὴν κρείττονα, τούτους ἀποτρέπουσα, ἐννοιῶν τῶν ματαίων, ὡς ἂν μαθητεύσωσι, ἐν σπουδῇ καὶ ἀγάπῃ, καὶ τοῦ Σωτῆρος δοῦλοι ἐκλεκτοῖ ἀναφανῶσι, σοφίας τοῖς δόγμασι.
Ὁ Ψαλμὸς Ν´(50)
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἐλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἂν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Καὶ εὐθὺς ψάλλεται ὁ Κανὼν οὗ ἡ ἀκροστιχὶς·
Σὺ εἶ Ἄχραντε μαθητῶν μήτηρ. Γερασίμου.
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Σοφίας τεκοῦσα τὸν χορηγόν, σοφίας τῷ φέγγει, τὰς καρδίας τῶν μαθητῶν, ὁδηγεῖ πρὸς κτῆσιν τῶν ἀρίστων, Θεογεννῆτορ παρθένε πανάμωμε.
Ὑψόθεν ἐπίνευσον συμπαθῶς, ἐπὶ τὰς δεήσεις, Θεοτόκε τῶν μαθητῶν, καὶ δίδου αὐτοῖς πνεῦμα ἀνδρείας, καὶ ταπεινώσεως Κόρη τῆς κρείττονος.
Ἐπίχεε Κόρη τοῖς μαθηταῖς, τῆς σῆς βοηθείας, τὸν σωτήριον γλυκασμόν, ὡς ἂν τὸν ἰὸν τῆς ἁμαρτίας, μετὰ σπουδῆς ἀποκρούωσιν Δέσποινα.
Ἰσχὺν κατὰ πάσης ἐπιβουλῆς, τῇ μαθητιώσῃ νεολαίᾳ τοῦ δυσμενοῦς, χορηγεῖ ὡς ἂν τῶν παιδευμάτων, τῶν ἱερῶν Θεοτόκε μεθέξωσι.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἀθυμίας καὶ λύπης, καὶ πονηρῶν σκέψεων, φύλαττε ἀτρώτους Παρθένε, τῇ ἀντιλήψει σου, τῶν μαθητῶν τὸν χορόν, ὡς ἂν καλῶς παιδευθῶσι, καὶ τύποι γενήσονται, βίου χρηστότητος.
Χάριν ἄφθονον δίδου, καὶ φωτισμὸν Ἄχραντε, ζῆλον καὶ πολλὴν προθυμίαν, πρὸς τὰ μαθήματα, τοῖς μαθητεύουσιν, ἐν τῇ Σχολῇ ταύτῃ Κόρη, βίου καθαρότητι, τούτους τειχίζουσα.
Ῥαντισμῷ Θεοτόκε, τῆς σῆς πολλῆς χάριτος, σβέσον τῶν παθῶν δεινὴν φλόγα, ἐκ τῶν ψυχῶν ἡμῶν· ἰδοῦ γὰρ Δέσποινα, ὡς ταπεινά σου τεκνία, πίστει καταφεύγομεν, τῇ προστασίᾳ σου.
Ἀκηδίας τὸ νέφος, τὸ χαλεπὸν σκέδασον, καὶ ἐπιμελῶς μαθητεύειν, ἡμᾶς ἐνίσχυσον, σπουδῇ τῇ κρείττονι, πρὸς τὰς καλὰς ἐπιδόσεις, τῆς ἐνθεοῦ γνώσεως, Παρθένε Ἄχραντε.
Διάσωσον, τῶν μαθητῶν τὴν χορείαν Θεοκυῆτορ, ἀπὸ πάσης ἐπιβουλῆς τοῦ ἀλάστορος, τούτοις παρέχουσα σύνεσιν καὶ ἀγάπην.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ὡς Μήτηρ Χριστοῦ, καὶ συμπαθείας πέλαγος, παρθένε Ἁγνή, τῶν μαθητῶν τὸν ὅμιλον, ὁδήγει τῇ σῇ χάριτι, πρὸς τὴν κτῆσιν παιδείας τῆς κρείττονος, διὰ ζωῆς καθαρᾶς καὶ σεμνῆς, ὡς ἂν καταστῶσι πᾶσι χρήσιμοι.
ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Νοῦν ἐγρήγορον δώρησαι, τῇ μαθητιώσῃ Κόρη νεότητι, καὶ σοφὸν ἐν πᾶσι φρόνημα, τούτους τῶν χειρόνων ἀπαλλάττουσα.
Τῇ θερμῇ ἀντιλήψει σοῦ, ἀκαθάρτου βίου πόῤῥω συντήρησον, Θεοτόκε ἀειπάρθενε, τὴν μαθητιῶσαν νεολαίαν σου.
Ἐνταλμάτων τοῦ Κτίσαντος, πληρωτὰς ἐν βίου σεμνοῦ χρηστότητι, μαθητῶν δεῖξον τὸ σύστημα, τῇ σῇ προστασίᾳ, Μητροπάρθενε.
Μαθητῶν πιστῶν πέλουσα, μήτηρ Θεοτόκε Χριστὸν κυήσασα, μητρικῶς εἰς τούτους περίεπε, ἀπὸ τῶν σκανδάλων τοῦ ἀλάστορος.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄθλησιν ζωῆς, ἐναρέτου ἐνδυνάμωσον, Θεοτόκε τὸν χορὸν τῶν μαθητῶν, διανύειν καὶ τυχεῖν θείας χρηστότητος.
Θεῖον φωτισμόν, ἐπιμέλειαν καὶ σύνεσιν, καὶ ἀγάπην πρὸς τὴν πρόοδον Ἁγνή, μαθηταῖς τοῖς εὐσεβέσιν ἀεὶ πάρεχε.
Ἡ σὴ ἀρωγή, νεολαίαν τὴν θεόφρονα, λυτρωσάσθω ψυχοφθόρων λογισμῶν, ὁδηγούντων Θεοτόκε πρὸς ἀπώλειαν.
Τήρησον Ἁγνή, καθαροὺς πάσης σπιλώσεως, καὶ ἐκ τόπων συστροφῶν καὶ ἐπαφῶν, τοὺς πιστούς σου μαθητὰς Θεογεννήτρια.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὡς οὖσα, Χριστοῦ φιλεύσπλαγχνος Μήτηρ, μητρικῶς τοὺς μαθητὰς ὡς υἱούς σου, σκέπε Ἁγνὴ τῶν βελῶν τοῦ βελίαρ, καὶ λογισμῶν ἀκαθάρτων ἀπάλλαττε, καὶ δίδου τούτοις προκοπήν, εὐοδοῦσθαι Παρθένε τοῖς κρείττοσι.
Ναμάτων, ζωοποιῶν Θεοτόκε, μαθητῶν τῶν εὐσεβῶν τὰς καρδίας, πλήρου τῇ σῇ ἀρωγῇ ἀοράτως, ὡς ἂν καρπὸν μαθητείας καὶ πίστεως, καὶ πολιτείας ἀκραιφνοῦς, τῷ Δεσπότῃ τῶν ὅλων προσάγωσι.
Ματαίων, ἀπασχολήσεων Κόρη, ἀνωτέρας τὰς ἐννοίας συντήρει, τῶν εὐσεβῶν μαθητῶν καὶ ἐν φόβῳ, καὶ εὐσεβείᾳ καλῶς ἀναστρέφεσθαι, δίδου αὐτοῖς διὰ παντός, ἀγαθὸν λογισμὸν τε καὶ δύναμιν.
Ἡνίκα, ἀποχωρήσωμεν Κόρη, μαθημάτων καὶ σοφῶν παιδευμάτων, ἀρετῇ διανύειν τὸν βίον, καὶ πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι, δύναμιν δίδου καὶ ἰσχύν, Θεοτόκε ἡμῖν τοῖς οἰκέταις σου.
Διάσωσον τῶν μαθητῶν τὴν χορείαν Θεοκυῆτορ, ἀπὸ πάσης ἐπιβουλῆς τοῦ ἀλάστορος, τούτοις παρέχουσα σύνεσιν καὶ ἀγάπην.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Τῇ προστασίᾳ σου Κόρη προστρέχουσα, ἡ εὐσεβὴς νεολαία κραυγάζει σοι· τὸν νοῦν ἡμῶν φώτισον Ἄχραντε, τοῦ συνιέναι τὴν γνῶσιν τὴν κρείττονα, ὡς ἂν τῷ Κυρίῳ δουλεύσωμεν.
Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματος σου, ἐν πάσῃ γενεὰ καὶ γενεὰ (δίς).
Στίχος. Ἄκουσον, Θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὕς σου, καὶ ἐπιλαθοῦ τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεύς τοῦ κάλλους σου.
Τοῦ ὀνόματος σου μνησθήσομαι, ἐν πάσῃ γενεὰ καὶ γενεά.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
(Κεφ. α΄ 39-49,56).
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ελισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ελισάβετ τὸν ἀσπασμόν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλία αὑτῆς καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ελισάβετ, καὶ ἀνεφώνησε φωνὴ μεγάλη καὶ εἶπεν Εὐλογημένη Σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπός τῆς κοιλίας Σου. Καὶ πόθεν μοι τοῦτο, ἰνᾷ ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνή τοῦ ἀσπασμοῦ Σου εἰς τὰ ὦτα μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλία μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὑτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ. Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἡγαλλίασε τὸ πνεῦμα μου ἐπὶ τῷ Θεῶ τῷ Σωτῆρι μου. Ὅτι ἐπέβλεψεν ἐπί τὴν ταπείνωσιν τῆς δούλης Αὑτοῦ ἰδοὺ γὰρ ἀπό τοῦ νῦν μακαριοῦσι με πάσαι αἱ γενεαί. Ὅτι ἐποίησε μοι μεγαλεία ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα Αὑτοῦ. Ἔμεινε δε Μαριάμ σὺν αὑτῇ ὡσεὶ μήνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αύτής.
Δόξα.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν.
Ταῖς τῆς Παναχράντου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Δίδου ἡμῖν Δέσποινα, τοῖς ταπεινοῖς σου τεκνίοις, φωτισμὸν οὐράνιον, καὶ φόβον σωτήριον δυσωποῦμέν σε, πειθαρχεῖν πάντοτε, ἐν πολλῇ συνέσει, διδασκάλων ἐν τοῖς ῥήμασιν, ἵνα κτησώμεθα, γνώσεως ἀπάσῃς τὸ πλήρωμα, τῆς θείας καὶ τῆς θύραθεν, τῇ ἐπισκοπῇ σου Πανύμνητε· σὺ γὰρ εἶ προστάτις, ἡμῶν καὶ ὁδηγὸς καὶ φωτισμός, καὶ τὴν σὴν χάριν κηρύττομεν, διά σου σωζόμενοι.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
ᾨδῇ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Τοῖς μαθήμασι Κόρη, ἐν σπουδῇ προσανέχειν ἡμᾶς ἐνίσχυσον, καὶ πάσης ἀποκλίνειν, ἀπατηλῆς ἐννοίας, εἰρωνείας τε χείρονος, καὶ ἐν ἀγάπῃ πολλῇ, ἀνέχεσθαι ἀλλήλων.
Ἡλιόμορφε Κόρη, μαθητῶν προστασίᾳ τῶν πεποιθότων σοι, ἐκ πάσης ἐπηρείας, καὶ φθόνου καὶ κακίας, ἀσινεῖς διαφύλαττε, διατελεῖν εὐσεβῶς, ἡμῶν τὴν μαθητείαν.
Ῥημάτων ἐκ χειλέων, τῶν σοφῶν διδασκάλων πᾶσαν ἀνάπτυξιν, ἐκδέχεσθαι προθύμως, πρὸς γνῶσιν τῶν κρειττόνων, καταξίωσον Δέσποινα, τὰς διανοίας ἡμῶν, τῶν πίστει σε ὑμνούντων.
Γνῶσιν πᾶσαν πλουτίσαι, ἱερῶν μαθημάτων Παρθένε φώτισον, ἡμῶν τὰς διανοίας, τῶν εὐλαβῶς φοιτώντων, τῇ Σχολῇ ταύτῃ Ἄχραντε, ἵνα Χριστῷ τῷ Θεῷ, δουλεύσωμεν ἀμέμπτως.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Ἐξ ἀμελείας, διχοστασίας τε πάσης, ἀπολύτρωσαι ἡμᾶς Θεογεννήτορ, ἐν ἐπιμελείᾳ, διδάσκεσθαι τὰ κρείττω.
Ῥύπων κακίας, ψιθυρισμοὶ τε καὶ δόλου, κατακρίσεως καὶ γογγυσμοῦ Παρθένε, τὴν μαθητιῶσαν, φύλαττε νεολαίαν.
Ἄφρονος γνώμης, καὶ πονηρᾶς συνηθείας, ῥύου πάντοτε καὶ ἀγωγῆς ἐκτρόπου, τὴν μαθητιῶσαν, νεότητα Παρθένε.
Σύνεσιν δίδου, ὡς ἂν χρηστότητα βίου, καὶ σεμνότητα ἐν ἤθεσιν ἀμέμπτοις, οἱ μαθητιῶντες, κτησώμεθα Παρθένε.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἰδοὺ ἐν εὐλαβείᾳ, τῇ σῇ προστασίᾳ, οἱ μαθηταὶ ὡς τεκνία σου σπεύδομεν, ἵνα τῆς σῆς εὑμοιρήσωμεν Κόρη χάριτος.
Μαρία Θεοτόκε, Μῆτερ τοῦ Σωτῆρος, τῇ μητρικῇ σου εὔνοια προστάτευε, τῶν μαθητῶν ἀνυμνούντων τὰ μεγαλεῖά σου.
Οὐράνωσον Παρθένε, τῶν μαθητευόντων, τὰς διανοίας τῇ σῇ ἀγαθότητι, ἐκ γεηρῶν φρονημάτων τούτους ἀπάγουσα.
Ὑφέρποντα δολίως, καθ’ ἑκάστην Κόρη, τὸν πονηρὸν κατασύντριψον δράκοντα, τὴν νεολαίαν τῆς τούτου μανίας σῴζουσα.
Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον σὲ μεγαλύνομεν.
Καὶ τὰ παρόντα Μεγαλυνάρια,
Xαίροις τῶν Ἀγγέλων ἡ βασιλίς, καὶ μαθητευόντων, προστασία καὶ ὁδηγός, χαῖρε Θεοτόκε, ἡ τοῦ Σωτῆρος Μήτηρ, καὶ πάντων τῶν ἀνθρώπων, τὸ καταφύγιον.
Ἰδὲ ὡς τεκνία σου συμπαθῶς, μαθητῶν τὸν δῆμον, ἐξαιτούντων πανευλαβώς, φωτισμὸν Παρθένε, παρὰ τῆς χάριτός σου, καὶ δίδου τούτοις Κόρη, χάριν καὶ ἔλεος.
Νοῦν τοῦ συνιέναι ὡς ἀληθῶς, τὴν τῶν παιδευμάτων, κεκρυμμένην γνῶσιν Ἁγνή, τῇ μαθητιῶσι, παράσχου νεολαίᾳ, ὡς τὴν πηγὴν τεκοῦσα, τῆς ἀγαθότητος.
Ἐν ἐπιμελείᾳ γνώμῃ θερμῇ, ἡμᾶς μαθητεύειν, καὶ πληροῦσθαι θείου φωτός, Κεχαριτωμένη, ἀξίωσον Παρθένε, τοὺς σπεύδοντας ἐν πίστει, τῇ ἀντιλήψει σου.
Τῆς σοφίας τέξασα τὴν πηγήν, πάσης ἀγνωσίας, καὶ ἀγνοίας ψυχοβλαβοῦς, ῥῦσαι Θεοτόκε, ἡμᾶς τὰ σὰ τεκνία, ὡς ἂν μαθητευθῶμεν, τὰ ἐπουράνια.
Σκέπε ἀπὸ πάσης ἐπιβουλῆς, καὶ πικρῶν σκανδάλων, νεολαίαν σου τὴν πιστήν, Κεχαριτωμένη, ὑπομονὴν διδοῦσα, αὐτοῖς καὶ θεῖον ζῆλον, πρὸς βίον ἔνθεον.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τὸ Τρισάγιον
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (Τρίς).
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς· Κύριε, ἱλάσθητι ταῖς ἁμαρτίαις ἡμῶν. Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν· Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον· Κύριε, ἐλέησον· Κύριε, ἐλέησον.
Δόξα Πατρί, καὶ Υἱῷ, καὶ Ἁγίῳ Πνεύματι, καὶ νῦν, καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου· ἐλθέτω ἡ βασιλεία σου· γενηθήτω τὸ θέλημά σου, ὡς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον· καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν· καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Καὶ τὰ Τροπάρια ταῦτα. Ἦχος πλ. β΄.
Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν, ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, ἐλέησον ἡμᾶς.
Δόξα.
Κύριε ἐλέησον ἡμᾶς, ἐπὶ σοὶ γὰρ πεποίθαμεν. Μὴ ὀργισθῆς ἡμῖν σφόδρα, μηδὲ μνησθῆς τῶν ἀνομιῶν ἡμῶν. Ἀλλ’ ἐπίβλεψον καὶ νῦν ὡς εὔσπλαχνος καὶ λύτρωσαι ἡμᾶς ἐκ τῶν ἐχθρῶν ἡμῶν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν καὶ ἡμεῖς λαός σου, πάντες ἔργα χειρῶν σου καὶ τὸ ὄνομά σου ἐπικεκλήμεθα.
Καὶ νῦν.
Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν, εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσομεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων, σὺ γὰρ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ’ ἣν ψάλλομεν τὰ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Τέξασα σοφίας τὴν πηγήν, Κόρη τὸν Χριστὸν ἀποῤῥήτους, δι’ ἀγαθότητα, σύνεσιν καὶ φρόνησιν, δίδου ἑκάστοτε, τῇ πιστῇ νεολαίᾳ σου, μαθητευομένῃ, ἐν πάσῃ σεμνότητι, καὶ ζήλῳ Ἄχραντε, πάσης ἀμελείας καὶ βλάβης, καὶ ἀναστροφῆς κακοτρόπου, ἡμᾶς ἀπαλλάττουσα δεόμεθα.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δι’ εὐχῶν τῶν ἁγίων πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Ἀμήν.
Δίστιχον·
Τὴν τῶν μαθητῶν παράκλησιν Παρθένε
Ἥν σοὶ Γεράσιμος ἀνέπλεξε δέχου.
